Proverbs 21

CHAPTER 21

The Pious and Impious

ώσπερ ορμή ύδατος ούτως καρδία βασιλέως εν χειρί θεού ου εάν θέλων νεύση εκεί έκλινεν αυτήν πας ανήρ φαίνεται εαυτώ δίκαιος κατευθύνει δε καρδίας κύριος ποιείν δίκαια και αληθεύειν αρεστά παρά θεώ μάλλον η θυσιών αίμα μεγαλόφρων εφ΄ ύβρει θρασυκάρδιος λαμπτήρ δε ασεβών αμαρτία διαλογισμοί ανδρείου εις πλησμονήν και πας ο σπεύδων εν ελάσσονι ο ενεργών θησαυρίσματα γλώσση ψευδεί μάταια διώκει και έρχεται επί παγίδος θανάτου όλεθρος ασεβέσιν επιξενωθήσεται ου γαρ βούλονται πράσσειν τα δίκαια προς τους σκολιούς σκολιάς οδούς αποστέλλει ο θεός αγνά γαρ και ορθά τα έργα αυτού κρείσσον οικείν επί γωνίας υπαίθρου η κεκονιαμένοις μετά αδικίας και εν οίκω κοινώ 10 ψυχή ασεβούς επιθυμεί κακών ουκ ελεηθήσεται υπ΄ ουδενός των ανθρώπων 11 ζημιουμένου ακολάστου πανουργότερος γίνεται ο άκακος συνιών δε σοφός δέξεται γνώσιν 12 συνιεί δίκαιος καρδίας ασεβών και φαυλίζει ασεβείς εν κακοίς 13 ος φράσσει τα ώτα αυτού του μη ακούσαι ασθενούς και αυτός επικαλέσεται και ουκ έσται ο εισακούων 14 δόσις λάθριος ανατρέπει οργάς δώρων δε ο φειδόμενος θυμόν εγερεί ισχυρόν 15 ευφροσύνη δικαίων ποιείν κρίμα όσιος δε ακάθαρτος παρά κακούργοις 16 ανήρ πλανώμενος εξ οδού δικαιοσύνης εν συναγωγή γιγάντων αναπαύσεται 17 ανήρ ενδεής αγαπά ευφροσύνην φιλών οίνον και έλαιον εις πλούτον 18 περικάθαρμα δε δικαίου άνομος και αντί ευθέων παράνομος 19 κρείσσον οικείν εν τη ερήμω η μετά γυναικός μαχίμου και γλωσσώδους και οργίλου 20 θησαυρός επιθυμητός αναπαύσεται επί στόματος σοφού άφρονες δε άνδρες καταπίονται αυτόν 21 οδός δικαιοσύνης και ελεημοσύνης ευρήσει ζωήν και δόξαν 22 πόλεις οχυράς επέβη σοφός και καθείλε το οχύρωμα εφ΄ ω επεποίθεισαν οι ασεβείς 23 ος φυλάσσει το στόμα αυτού και την γλώσσαν διατηρεί εκ θλίψεως την ψυχήν αυτού 24 θρασύς και αυθάδης και αλαζών λοιμός καλείται ος δε μνησικακεί παράνομος 25 επιθυμίαι οκνηρόν αποκτεινούσιν ου γαρ προαιρούνται αι χείρες αυτού ποιείν τι 26 ασεβής επιθυμεί όλην την ημέραν επιθυμίας κακάς ο δε δίκαιος ελεεί και οικτείρει αφειδώς 27 θυσίαι ασεβών βδέλυγμα κυρίω και γαρ παρανόμως προσφέρουσιν αυτάς 28 μάρτυς ψευδής απολείται ανήρ υπήκοος φυλασσόμενος λαλήσει 29 ασεβής ανήρ αναιδώς υφίσταται προσώπω ο δε ευθύς αυτός συνιεί τας οδούς αυτού 30 ουκ έστι σοφία ουκ έστιν ανδρεία ουκ έστι βουλή προς τον ασεβή 31 ίππος ετοιμάζεται εις ημέραν πολέμου παρά δε κυρίου η βοήθεια
Copyright information for ABPGRK