Proverbs 22

CHAPTER 22

The Benefits of Wisdom

αιρετώτερον όνομα καλόν η πλούτος πολύς υπέρ δε αργύριον και χρυσίον χάρις αγαθή πλούσιος και πτωχός συνήντησαν αλλήλοις αμφοτέρους δε ο κύριος εποίησε πανούργος ιδών πονηρόν τιμωρούμενον κραταιώς αυτός παιδεύεται οι δε άφρονες παρελθόντες εζημιώθησαν γενεά σοφίας φόβος κυρίου και πλούτος και δόξα και ζωή τρίβολοι και παγίδες εν οδοίς σκολιαίς ο δε φυλάσσων την εαυτού ψυχήν αφέξεται αυτών εγκαίνισον το παιδίον κατά την οδόν αυτού και γε εάν γηράση ουκ αποστήσεται απ΄ αυτής πλούσιοι πτωχών άρξουσι και οικέται ιδίοις δεσπόταις δανιούσιν ο σπείρων φαύλα θερίσει κακά πληγήν δε έργων αυτού συντελέσει άνδρα ιλαρόν και δότην αγαπά ο θεός ματαιότητα δε έργων αυτού συντελέσει ο ελεών πτωχόν αυτός διατραφήσεται των γαρ εαυτού άρτων δέδωκε τω πτωχώ νίκην και τιμήν περιποιείται ο δώρα δους την μέντοι ψυχήν αφαιρείται των κεκτημένων 10 έκβαλε εκ συνεδρίου λοιμόν και συνεξελεύσεται αυτώ νείκος όταν γαρ καθίση εν συνεδρίω πάντας ατιμάζει 11 αγαπά κύριος οσίας καρδίας δεκτοί δε αυτώ πάντες άμωμοι εν ταις οδοίς αυτών χείλεσι ποιμαίνει βασιλεύς 12 οι δε οφθαλμοί κυρίου διατηρούσιν αίσθησιν φαυλίζει δε λόγους παράνομος 13 προφασίζεται και λέγει οκνηρός λέων εν ταις οδοίς εν δε ταις πλατείαις φονευταί 14 βόθρος βαθύς στόμα παρανόμου ο δε μισηθείς υπό κυρίου εμπεσείται εις αυτόν 15 άνοια εξήπται καρδίας νέου ράβδος δε και παιδεία μακράν απ΄ αυτού 16 ο συκοφαντών πένητα πολλά ποιεί τα εαυτού κακά δίδωσι δε πλουσίω επ΄ ελάσσονι 17 λόγοις σοφών παράβαλλε το ους σου και άκουε εμών λόγων την δε σην καρδίαν επίστησον ίνα γνως 18 ότι καλοί εισι και εάν εμβάλης αυτούς εις την καρδίαν σου ευφρανούσί σε άμα επί σοις χείλεσιν 19 ίνα σου γένηται επί κύριον η ελπίς και γνωρίση σοι την οδόν αυτού 20 και συ δε απόγραψαι αυτά σεαυτώ τρισσώς εις βουλήν και γνώσιν 21 διδάσκω ουν σε αληθή λόγον και γνώσιν αγαθήν υπακούειν του αποκρίνεσθαί σε λόγους αληθείας τοις προβαλλομένοις σοι 22 μη αποβιάζου πένητα πτωχός γαρ εστι και μη ατιμάσης ασθενή εν πύλαις 23 ο γαρ κύριος κρινεί αυτού την δίκην και ρύση σην άσυλον ψυχήν 24 μη ίσθι εταίρος ανδρί θυμώδει φίλω δε οργίλω μη συναυλίζου 25 μήποτε μάθης των οδών αυτού και λάβης βρόχους τη ση ψυχή 26 μη δίδου σεαυτόν εις εγγυήν αισχυνόμενος πρόσωπον 27 εάν γαρ μη έχης πόθεν αποτίσης λήψονται το στρώμα το υπό τας πλευράς σου 28 μη μέταιρε όρια αιώνια α έστησαν οι πατέρες σου 29 ορατικόν άνδρα και οξύν εν τοις έργοις αυτού βασιλεύσι δει παρεστάναι και μη παρεστάναι ανδράσι νωθροίς
Copyright information for ABPGRK