Proverbs 23

CHAPTER 23

Acquire Truth and Wisdom

εάν καθίσης δειπνήσαι επί τραπέζης δυνάστου νοητώς νόει τα παρατιθέμενά σοι και επίβαλλε την χείρά σου ειδώς ότι τοιαύτά σε δει παρασκευάσαι ει δε απληστότερος ει μη επιθύμει των εδεσμάτων αυτού ταύτα γαρ έχεται ζωής ψευδούς μη παρεκτείνου πένης ων πλουσίω τη δε ση έννοια απόσχου εάν επιστήσης το σον όμμα προς αυτόν ουδαμού φανείται κατεσκεύασται γαρ αυτώ πτέρυγες ώσπερ αετού και υποστρέφει εις τον οίκον του προεστηκότος αυτού μη συνδείπνει ανδρί βασκάνω μηδέ επιθύμει των βρωμάτων αυτού ον τρόπον γαρ ει τις καταπίοι τρίχα ούτως εσθίει και πίνει μηδέ προς σε εισαγάγης αυτόν και φάγης τον ψωμόν σου μετ΄ αυτού εξεμέσει γαρ αυτόν και λυμανείται τους λόγους σου τους καλούς εις ώτα άφρονος μηδέν λέγε μή ποτε μυκτηρίση τους συνετούς σου λόγους 10 μη μεταθής όρια αιώνια εις δε κτήμα ορφανών μη εισέλθης 11 ο γαρ λυτρούμενος αυτούς κύριος κραταιός εστι και κρινεί την κρίσιν αυτών μετά σου 12 δος εις παιδείαν την καρδίαν σου τα δε ωτά σου ετοίμασον λόγοις αισθήσεως 13 μη απόσχη νήπιον παιδεύειν ότι εάν πατάξης αυτόν ράβδω ου μη αποθάνη 14 συ μεν γαρ πατάξεις αυτόν ράβδω την δε ψυχήν αυτού εκ θανάτου ρύση 15 υιέ εάν σοφή γένηταί σου η καρδία ευφρανείς και την εμήν καρδίαν 16 και ενδιατρίψει λόγοις τα σα χείλη προς τα εμά χείλη εάν ορθά ώσι 17 μη ζηλούτω η καρδία σου αμαρτωλούς αλλά εν φόβω κυρίου ίσθι όλην την ημέραν 18 εάν γαρ τηρήσης αυτά έσται σοι έκγονα η δε ελπίς σου ουκ αποστήσεται 19 άκουε υιέ και σοφός γίνου και κατεύθυνε εννοίας σης καρδίας 20 μη ίσθι οινοπότης μηδέ εκτείνου συμβολαίς κρεών τε αγορασμοίς 21 πας γαρ μέθυσος και πορνοκόπος πτωχεύσει και ενδύσεται διερρηγμένα και ρακώδη πας υπνώδης 22 άκουε υιέ πατρός του γεννήσαντός σε και μη καταφρόνει ότι γεγήρακέ σου η μήτηρ 23 αλήθειαν κτήσαι και μη απώση σοφίαν και παιδείαν και σύνεσιν 24 καλώς εκτρέφει πατήρ δίκαιος επί δε υιώ σοφώ ευφραίνεται η ψυχή αυτού 25 ευφραινέσθω ο πατήρ και η μήτηρ επί σοι και χαιρέτω η τεκούσά σε 26 δος μοι υιέ σην καρδίαν οι δε σοι οφθαλμοί εμάς οδούς τηρείτωσαν 27 πίθος γαρ τετριμένος εστίν αλλότριος οίκος και φρεάρ στενόν αλλότριον 28 ούτος γαρ συντόμως απολείται και πας παράνομος αναλωθήσεται 29 τίνι ουαί τίνι θόρυβος τίνι κρίσεις τίνι αηδίαι και λέσχαι τίνι συντρίμματα διακενής τίνος πελιδνοί οι οφθαλμοί 30 ου των εγχρονιζόντων εν οίνοις ου των ιχνευόντων που πότοι γίνονται μη μεθύσκεσθε οίνω αλλά ομιλείτε ανθρώποις δικαίοις και ομιλείτε εν περιπάτοις 31 εάν γαρ εις τας φιάλας και τα ποτήρια δως τους οφθαλμούς σου ύστερον περιπατήσεις γυμνότερος υπέρου 32 το δε έσχατον ώσπερ υπό όφεως πεπληγώς εκτείνεται και ώσπερ υπό κεράστου διαχείται αυτού ο ιός 33 οι οφθαλμοί σου όταν ίδωσιν αλλοτρίαν το στόμα σου τότε λαλήσει σκολιά 34 και κατακείση ώσπερ εν καρδία θαλάσσης και ώσπερ κυβερνήτης εν πολλώ κλύδωνι 35 ερείς δε έτυπτόν με και ουκ επόνεσα και ενέπαιξάν μοι εγώ δε ουκ ήδειν πότε όρθρος έσται ίνα ελθών ζητήσω μεθ΄ ων συνελεύσομαι
Copyright information for ABPGRK