Proverbs 24

CHAPTER 24

Wisdom Is Good Understanding

υιέ μη ζηλώσης κακούς άνδρας μηδέ επιθυμήσης είναι μετ΄ αυτών ψευδή γαρ μελετά η καρδία αυτών και πόνους τα χείλη αυτών λαλεί μετά σοφίας οικοδομείται οίκος και μετά συνέσεως ανορθούται μετά αισθήσεως εμπίμπλανται τα ταμιεία παντός πλούτου τιμίου και καλού κρείσσων σοφός ισχυρού και ανήρ φρόνησιν έχων γεωργίου μεγάλου μετά κυβερνήσεως γίνεται πόλεμος βοήθεια δε μετά καρδίας βουλευτικής σοφία και έννοια αγαθή εν πύλαις σοφών σοφοί ουκ εκκλίνουσιν εκ νόμου κυρίου αλλά λογίζονται εν συνεδρίοις απαιδεύτοις συναντά θάνατος αποθνήσκει δε άφρων εν αμαρτίαις ακαθαρσία ανδρί λοιμώ 10 εμμολυνθήσεται εν ημέρα κακή και εν ημέρα θλίψεως έως αν εκλείπη 11 ρύσαι αγομένους εις θάνατον και εκπρίου κτεινομένους μη φείση 12 εάν δε είπης ουκ οίδα τούτον γίνωσκε ότι κύριος καρδίας πάντων γινώσκει και ο πλάσας πνοήν πάσιν αυτός οίδε πάντα ος αποδίδωσιν εκάστω κατά τα έργα αυτού 13 φάγε μέλι υιέ αγαθόν γαρ κηρίον ίνα γλυκανθή σου ο φάρυγξ 14 ούτως γαρ αισθήση σοφίαν τη ση ψυχή εάν γαρ εύρης έσται καλή η τελευτή σου και ελπίς σε ουκ καταλείψει 15 μη προσαγάγης ασεβή νομή δικαίων μηδέ απατηθής χορτασία κοιλίας 16 επτάκις γαρ πεσείται ο δίκαιος και αναστήσεται οι δε ασεβείς ασθενήσουσιν εν κακοίς 17 εάν πέση ο εχθρός σου μη επιχαρής αυτώ εν δε τω υποσκελίσματι αυτού μη επαίρου 18 ότι όψεται κύριος και ουκ αρέσει αυτώ και αποστρέψει τον θυμόν αυτού απ αυτού 19 μη χαίρε επί κακοποιοίς μηδέ ζήλου αμαρτωλούς 20 ου γαρ μη γένηται έκγονα πονηρών λαμπτήρ δε ασεβών σβεσθήσεται 21 φοβού τον θεόν υιέ και βασιλέα και μηθ ετέρω αυτών απειθήσης 22 εξαίφνης γαρ τίσονται τους ασεβείς τας δε τιμωρίας αμφοτέρων τις γνώσεται 23 ταύτα δε λέγω υμίν τοις σοφοίς επιγινώσκειν αιδείσθαι πρόσωπον εν κρίσει ου καλόν 24 ο ειπών τον ασεβή δίκαιός εστιν επικατάρατος λαοίς έσται και μισητός εις έθνη 25 οι δε ελέγχοντες βελτίους φανούνται επ΄ αυτούς δε ήξει ευλογία αγαθή 26 χείλη δε φιλήσουσιν αποκρινόμενα λόγους αγαθούς 27 ετοίμαζε εις την έξοδον τα έργα σου και παρασκευάζου εις τον αγρόν και πορεύου κατόπισθέν μου και ανοικοδομήσεις τον οίκόν σου 28 μη ίσθι ψευδής μάρτυς επί σον πολίτην μηδέ πλατύνου σοις χείλεσι 29 μη είπης ον τρόπον εχρήσατό μοι χρήσομαι αυτώ τίσομαι δε αυτόν α με ηδίκησεν 30 ώσπερ γεώργιον ανήρ άφρων και ώσπερ αμπελών άνθρωπος ενδεής φρενών 31 εάν αφής αυτόν χερσωθήσεται και χορτομανήσει όλος και γίνεται εκλελειμμένος οι δε φραγμοί των λίθων αυτού κατασκάπτονται 32 ύστερον εγώ μετενόησα επεβλέψα του εκλέξασθαι παιδείαν 33 ολίγον νυστάζω ολίγον δε καθυπνώ ολίγον δε εναγκαλίζομαι χερσί στήθη 34 εάν δε τούτο ποιής ήξει προπορευομένη η πενία σου και η ένδεια ώσπερ αγαθός δρομεύς
Copyright information for ABPGRK