Proverbs 25

CHAPTER 25

Esteem Honorable Words

αύται αι παροιμίαι Σολομώντος αι αδιάκριτοι ας εξεγράψαντο οι φίλοι Εζεκίου του βασιλέως της Ιουδαίας δόξα θεού κρύπτει λόγον δόξα δε βασιλέως τιμά πράγματα ουρανός υψηλός γη δε βαθεία καρδία δε βασιλέως ανεξέλεγκτος τυπτε αδόκιμον αργύριον και καθαρίσθήσεται καθαρόν άπαν κτείνε ασεβείς εκ προσώπου βασιλέως και κατορθώσει εν δικαιοσύνη ο θρόνος αυτού μη αλαζονεύου ενώπιον βασιλέως μηδέ εν τόποις δυναστών υφίστασο κρείσσον γαρ το ρηθήναί σοι ανάβαινε προς με η ταπεινώσαί σε εν προσώπω δυνάστου α είδον οι οφθαλμοί σου λέγε μη πρόσπιπτε εις μάχην ταχέως ίνα μη μεταμεληθής επ΄ εσχάτων ηνίκα αν σε ονειδίση ο φίλος αναχώρει εις τα οπίσω μη καταφρόνει 10 μη σε ονειδίση μεν ο φίλος η δε μάχη σου και η έχθρα ουκ απέσται αλλά έσται σοι ίση θανάτου χάρις και φιλία ελευθεροί ας τήρησον σεαυτώ ίνα μη επονείδιστος γένη αλλά φύλαξον τας οδούς σου ευσαναλλάκτως 11 μήλον χρυσούν εν ορμίσκω σαρδίου ούτως ειπείν λόγον 12 εις ενώτιον χρυσούν σάρδιον πολυτελές δέδεται λόγος σοφός εις ευήκοον ους 13 ώσπερ έξοδος χιόνος εν αμήτω κατά καύμα ωφελεί ούτως άγγελος πιστός τους αποστείλαντας αυτόν ψυχάς γαρ των αυτώ χρωμένων ωφελεί 14 ώσπερ άνεμοι και νέφη και υετοί επιφανέστατοι ούτως οι καυχώμενοι επί δόσει ψευδεί 15 εν μακροθυμία ευοδία βασιλεύσι γλώσσα δε μαλακή συντρίβει οστά 16 μέλι ευρών φάγε το ικανόν μή ποτε πλησθείς εξεμέσης 17 σπάνιον είσαγε σον πόδα προς σεαυτού φίλον μή ποτε πλησθείς σου μισήση σε 18 ρόπαλον και μάχαιρα και τόξευμα ακιδωτόν ούτως και ανήρ ο καταμαρτυρών του φίλου αυτού μαρτυρίαν ψευδή 19 οδός κακού και πους παρανόμου ολείται εν ημέρα κακή 20 ώσπερ όξος έλκει ασύμφορον ούτως προσπεσόν πάθος εν σώματι καρδίαν λυπεί ώσπερ σης ιματίω και σκώληξ ξύλω ούτως λύπη ανδρός βλάπτει καρδίαν 21 εάν πεινά ο εχθρός σου τρέφε αυτόν εάν διψά πότιζε αυτόν 22 τούτο γαρ ποιών άνθρακας πυρός σωρεύσεις επί της κεφαλής αυτού ο δε κύριος ανταποδώσει σοι αγαθά 23 άνεμος βορέας εξεγείρει νέφη πρόσωπον δε αναιδές γλώσσαν ερεθίζει 24 κρείσσον οικείν επί γωνίας δώματος η μετά γυναικός λοιδόρου εν οικία κοινή 25 ώσπερ ύδωρ ψυχρόν ψυχή διψώση προσηνές ούτως αγγελία αγαθή εκ γης μακρόθεν 26 ώσπερ ει τις πηγήν φράσσοι και ύδατος έξοδον λυμαίνοιτο ούτως άκοσμον δίκαιον πεπτωκέναι ενώπιον ασεβούς 27 εσθίειν μέλι πολύ ου καλόν τιμάν δε χρη λόγους ενδόξους 28 ώσπερ πόλις τα τείχη καταβεβλημένη και ατείχιστος ούτως ανήρ ος ου μετά βουλής τι πράσσει
Copyright information for ABPGRK