Proverbs 26

CHAPTER 26

Wisdom Will Guide You from Folly

ώσπερ δρόσος εν αμητώ και ώσπερ υετός εν θέρει ούτως ουκ έστιν άφρονι τιμή ώσπερ όρνεα πέταται και στρουθοί ούτως αρά ματαία ουκ επελεύσεται ουδενί ώσπερ μάστιξ ίππω και κέντρον όνω ούτως ράβδος έθνει παρανόμω μη αποκρίνου άφρονι κατά την εκείνου αφροσύνην ίνα μη όμοιος γένη αυτώ αλλά αποκρίνου άφρονι προς την εκείνου αφροσύνην ίνα μη φαίνηται σοφός παρ΄ εαυτώ εκ των οδών εαυτού όνειδος ποιείται ο αποστείλας δι΄ αγγέλου άφρονος λόγον αφελού πορείαν σκελών και παροιμίας εκ στόματος αφρόνων ος αποδεσμεύει λίθον εν σφενδόνη όμοιός εστι τω διδόντι άφρονι δόξαν άκανθαι φύονται εν χειρί του μεθύσου δουλεία δε εν χειρί των αφρόνων 10 πολλά χειμάζεται πάσα σαρξ αφρόνων συντρίβεται γαρ η έκστασις αυτών 11 ώσπερ κύων όταν επέλθη επί τον εαυτού έμετον και μισητός γένηται ούτως άφρων τη εαυτού κακία αναστρέψας επί την εαυτού αμαρτίαν 12 είδον άνδρα δόξαντα παρ΄ εαυτώ σοφόν είναι ελπίδα μέντοι έσχε μάλλον άφρων αυτού 13 λέγει οκνηρός αποστελλόμενος εις οδόν λέων εν ταις οδοίς εν δε ταις πλατείαις φονευταί 14 ώσπερ θύρα στρέφεται επί του στρόφιγγος ούτως οκνηρός επί της κλίνης αυτού 15 κρύψας οκνηρός την χείρα εν τω κόλπω αυτού ου δύναται επενεγκείν επί το στόμα 16 σοφώτερος εαυτώ οκνηρός φαίνεται του εν πλησμονή αποκομίζοντος αγγελίαν 17 ώσπερ ο κρατών κέρκου κυνός ούτως ο προεστώς αλλοτρίας κρίσεως 18 ώσπερ οι ιώμενοι προβάλλουσι λόγους εις ανθρώπους ο δε απαντήσας τω λόγω πρώτος υποσκελισθήσεται 19 ούτως πάντες οι ενεδρεύοντες τους εαυτών φίλους όταν δε φωραθώσι λέγουσιν ότι παίζων έπραξα 20 εν πολλοίς ξύλοις θάλλει πυρ όπου δε ουκ έστι δίθυμος ησυχάζει μάχη 21 εσχάρα άνθραξι και ξύλα πυρί ανήρ δε λοίδορος εις ταραχήν μάχης 22 λόγοι κερκώπων μαλακοί ούτοι δε τύπτουσιν εις ταμιεία σπλάγχνων 23 αργύριον διδόμενον μετά δόλου ώσπερ όστρακον ηγητέον χείλη λεία καρδίαν καλύπτει λυπηράν 24 χείλεσι πάντα επινεύει αποκλαιόμενος εχθρός εν δε τη καρδία τεκταίνεται δόλους 25 εάν σου δεήται ο εχθρός μεγάλη τη φωνή μη πεισθής αυτώ επτά γαρ εισι πονηρίαι εν τη καρδία αυτού 26 ο κρύπτων έχθραν συνίστησι δόλον εκκαλύπτει δε τας εαυτού αμαρτίας εύγνωστος εν συνεδρίω 27 ο ορύσσων βόθρον τω πλησίον εμπεσείται εις αυτόν ο δε κυλίων λίθον εφ΄ εαυτόν κυλίει 28 γλώσσα ψευδής μισεί αλήθειαν στόμα δε άστεγον ποιεί ακαταστασίαν
Copyright information for ABPGRK