Proverbs 28

CHAPTER 28

The Folly of the Impious

φεύγει ασεβής μηδενός διώκοντος δίκαιος δε ώσπερ λέων πέποιθε δι΄ αμαρτίας ασεβών κρίσεις εγείρονται ανήρ δε πανούργος κατασβέσει αυτάς ανδρείος εν ασεβείαις συκοφαντεί πτωχούς ώσπερ υετός λάβρος και ανωφωλής ούτως οι εγκαταλειπόντες τον νόμον εγκωμιάζουσιν ασέβειαν οι δε αγαπώντες τον νόμον περιβάλλουσιν εαυτοίς τείχος άνδρες κακοί ου νοήσουσι κρίμα οι δε ζητούντες τον κύριον συνήσουσιν εν παντί κρείσσων πτωχός πορευόμενος εν αλήθεια πλουσίου ψευδούς φυλάσσει νόμον υιός συνετός ος δε ποιμαίνει ασωτίαν ατιμάζει πατέρα αυτού ο πληθύνων τον πλούτον αυτού μετά τόκων και πλεονασμών τω ελεούντι πτωχούς συνάγει αυτόν ο εκκλίνων το ους αυτού του μη ακούσαι νόμου και αυτός την προσευχήν αυτού εβδέλυκται 10 ος πλανά ευθείς εν οδώ κακή εις διαφθοράν αυτός εμπεσείται οι δε άνομοι διελεύσονται αγαθά και ουκ εισελεύσονται εις αυτά 11 σοφός παρ΄ εαυτώ ανήρ πλούσιος πένης δε νοήμων καταγνώσεται αυτού 12 διά βοήθειαν δικαίων πολλή γίνεται δόξα εν δε τόποις ασεβών αλίσκονται άνθρωποι 13 ο επικαλύπτων ασέβειαν αυτού ουκ ευοδωθήσεται ο δε εξηγούμενος και ελέγχων αγαπηθήσεται 14 μακάριος ανήρ ος καταπτήσσει πάντα δι΄ ευλάβειαν ο δε σκληρός την καρδίαν εμπεσείται κακοίς 15 λέων πεινών και λύκος διψών ος τυραννεί πτωχός ων έθνους πενιχρού 16 βασιλεύς ενδεής προσόδων μέγας συκοφάντης ο δε μισών αδικίαν μακρόν χρόνον ζήσεται 17 άνδρα τον εν αιτία φόνου ο εγγυώμενος φυγάς έσται και ουκ εν ασφαλεία 18 ο πορευόμενος δικαιώς βεβοήθηται ο δε σκολιαίς οδοίς πορευόμενος εμπλακήσεται 19 ο εργαζόμενος την εαυτού γην πλησθήσεται άρτων ο δε διώκων σχολήν πλησθήσεται πενίας 20 ανήρ αξιόπιστος πολλά ευλογηθήσεται ο δε κακός ουκ ατιμώρητος έσται 21 ος ουκ αισχύνεται πρόσωπα δικαίων ουκ αγαθός ο τοιούτος ψωμού άρτου αποδώσεται άνδρα 22 σπεύδει πλουτείν ανήρ βάσκανος και ουκ οίδεν ότι ελεήμων κρατήσει αυτού 23 ο ελέγχων ανθρώπου οδούς χάριτας έξει μάλλον του γλωσσοχαριτούντος 24 ος αποβάλλεται πατέρα η μητέρα και δοκεί μη αμαρτάνειν ούτος κοινωνός εστιν ανδρός ασεβούς 25 άπληστος ανήρ κρινεί εική ος δε πέποιθεν επί κύριον εν επιμελεία έσται 26 ος πέποιθε θρασεία καρδία ο τοιούτος άφρων ος δε πορεύεται σοφία σωθήσεται 27 ος δίδωσι πτωχοίς ουκ ενδεηθήσεται ος δε αποστρέφει τον οφθαλμόν αυτού εν πολλή απορία έσται 28 εν τόποις ασεβών στένουσι δίκαιοι εν δε τη εκείνων απωλεία πληθυνθήσονται δίκαιοι
Copyright information for ABPGRK