Proverbs 29

CHAPTER 29

Yielding upon The LORD

1κρείσσων ανήρ ελέγχων ανδρός σκληροτραχήλου εξαπίνης γαρ φλεγομένου αυτού ουκ έστιν ίασις 2εγκωμιαζομένων δικαίων ευφρανθήσονται λαοί αρχόντων δε ασεβών στένουσιν άνδρες 3ανδρός φιλούντος σοφίαν ευφραίνεται ο πατήρ αυτού ος δε ποιμαίνει πόρνας απολεί πλούτον 4βασιλεύς δίκαιος ανίστησι χώραν ανήρ δε παράνομος κατασκάπτει 5ος παρασκευάζεται επί πρόσωπον του εαυτού φίλου δίκτυον περιβαλλεί αυτό τοις εαυτού ποσίν 6αμαρτάνοντι ανδρί μεγάλη παγίς δίκαιος δε εν χαρά και εν ευφροσύνη έσται 7επίσταται δίκαιος κρίνειν πενιχροίς ο δε ασεβής ου νοεί γνώσιν και πτωχώ ουχ υπάρχει νους επιγνώμων 8άνδρες λοιμοί εξέκαυσαν πόλιν σοφοί δε απέστρεψαν οργήν 9ανήρ σοφός κρινεί έθνη ανήρ δε φαύλος οργιζόμενος καταγελάται και ου καταπτήσσει 10άνδρες αιμάτων μέτοχοι μισήσουσιν όσιον οι δε ευθείς εκζητήσουσι ψυχήν αυτού 11όλον τον θυμόν αυτού εκφέρει ο άφρων σοφός δε ταμιεύεται κατά μέρος 12βασιλέως υπακούοντος λόγον άδικον πάντες οι υπ΄ αυτόν παράνομοι 13δανειστού και χρεωφειλέτου αλλήλοις συνελθόντων επισκοπήν ποιείται αμφοτέρων ο κύριος 14βασιλέως εν αλήθεια κρίνοντος πτωχούς ο θρόνος αυτού εις μαρτύριον κατασταθήσεται 15πληγαί και έλεγχοι διδόασι σοφίαν παις δε πλανώμενος αισχύνει γονείς αυτού 16πολλών όντων ασεβών πολλαί γίνονται αμαρτίαι οι δε δίκαιοι εκείνων πιπτόντων κατάφοβοι γίνονται 17παίδευε υιόν σου και αναπαύσει σε και δώσει κόσμον τη ψυχή σου 18ου μη υπάρξη εξηγητής έθνει παρανόμω ο δε φυλάσσων τον νόμον μακάριστος 19λόγοις ου παιδευθήσεται οικέτης σκληρός εάν γαρ και νοήση ουχ υπακούσεται 20εάν ίδης άνδρα ταχύν εν λόγοις γίνωσκε ότι ελπίδα έχει μάλλον ο άφρων αυτού 21ος κατασπαταλά εκ παιδός οικέτης έσται έσχατον δε οδυνηθήσεται εφ΄ εαυτώ 22ανήρ θυμώδης ορύσσει νείκος ανήρ δε οργίλος εξώρυξεν αμαρτίας 23ύβρις άνδρα ταπεινοί τους δε ταπεινόφρονας ερείδει δόξη κύριος 24ος μερίζεται κλέπτη μισεί την εαυτού ψυχήν εάν δε όρκου προτεθέντος ακούσαντες μη αναγγείλωσι 25φοβηθέντες και αισχυνθέντες ανθρώπους υπεσκελισθήσονται ο δε πεποιθώς επί κύριον ευφρανθήσεται ασέβεια ανδρί δίδωσι σφάλμα ο δε πεποιθώς επί τω δεσπότη σωθήσεται 26πολλοί θεραπεύουσι πρόσωπα ηγουμένων παρά δε κυρίου γίνεται το δίκαιον ανδρί 27βδέλυγμα δίκαιος ανήρ ανδρί αδίκω βδέλυγμα δε ανόμω κατευθύνουσα οδός
Copyright information for ABPGRK