Proverbs 3

CHAPTER 3

Yield to God with Your Whole Heart

1υιέ εμών νομίμων μη επιλανθάνου τα δε ρήματά μου τηρείτω ση καρδία 2μήκος γαρ βίου και έτη ζωής και ειρήνην προσθήσουσί σοι 3ελεημοσύναι και πίστεις μη εκλειπέτωσαν σοι άφαψαι δε αυτάς επί σω τραχήλω γράψον αυτάς επί πλακός καρδίας σου 4και ευρήσεις χάριν και προνού καλά ενώπιον κυρίου και ανθρώπων 5ίσθι πεποιθώς εν όλη καρδία επί θεώ επί δε ση σοφία μη επαίρου 6εν πάσαις οδοίς σου γνώριζε αυτήν ίνα ορθοτομή τας οδούς σου 7μη ίσθι φρόνιμος παρά σεαυτώ φοβού δε τον θεόν και έκκλινε από παντός κακού 8τότε ίασις έσται τω σώματί σου και επιμέλεια τοις οστέοις σου 9τίμα τον κύριον από σων δικαίων πόνων και απάρχου αυτώ από σων καρπών δικαιοσύνης 10ίνα πιμπλώνται τα ταμιεία σου πλησμονή σίτου οίνω δε αι ληνοί σου εκβλύζωσιν 11υιέ μη ολιγώρει παιδείας κυρίου μηδέ εκλύου υπ΄ αυτού ελεγχόμενος 12ον γαρ αγαπά κύριος παιδεύει μαστιγοί δε πάντα υιόν ον παραδέχεται

Results of Wisdom

13μακάριος άνθρωπος ος εύρε σοφίαν και θνητός ος είδε φρόνησιν 14κρείσσον γαρ αυτήν εμπορεύεσθαι η χρυσίου και αργυρίου θησαυρούς 15τιμιωτέρα δε εστι λίθων πολυτελών παν δε τίμιον ουκ άξιον αυτής εστι 16μήκος γαρ βίου και έτη ζωής εν τη δεξιά αυτής εν δε τη αριστερά αυτής πλούτος και δόξα εκ του στόματος αυτής εκπορεύεται δικαιοσύνη νόμον δε και έλεον επί γλώσσης φορεί 17αι οδοί αυτής οδοί καλαί και πάσαι αι τρίβοι αυτής εν ειρήνη 18ξύλον ζωής εστι πάσι τοις αντεχομένοις αυτής και τοις επερειδομένοις επ΄ αυτήν ως επί κύριον ασφαλής 19ο θεός τη σοφία εθεμελίωσε την γην ητοίμασε δε ουρανούς εν φρονήσει 20εν αισθήσει αυτού άβυσσοι ερράγησαν νέφη δε ερρύησαν δρόσους 21υιέ μη παραρρυής τήρησον δε εμήν βουλήν και έννοιαν 22ίνα ζήση η ψυχή σου και χάρις η περί σω τραχήλω εσται δε ίασις ταις σαρξί σου και επιμέλεια τοις σοις οστέοις 23ίνα πορεύη πεποιθώς εν ειρήνη πάσας τας οδούς σου ο δε πους σου ου μη προσκόψη 24εάν γαρ κάθη άφοβος έση εάν δε καθεύδης ηδέως υπνώσεις 25και ου φοβηθήση πτόησιν επελθούσαν ουδέ ορμάς ασεβών επερχομένας 26ο γαρ κύριος έσται επί πασών οδών σου και ερείσει σον πόδα ίνα μη σαλευθής 27μη απόσχη ευ ποιείν ενδεή ηνίκα αν έχη η χειρ σου βοηθείν 28μη είπης επανελθών επάνηκε και αύριον δώσω δυνατού σου όντος ευ ποιείν ου γαρ οίδας τι τέξεται η επιούσα 29μη τέκταινε επί σον φίλον κακά παροικούντα και πεποιθότα επί σοι 30μη φιλεχθρήσης προς άνθρωπον μάτην ίνα μη εις σε εργάσηται κακόν 31μη κτήση κακών ανδρών ονείδη μηδέ ζηλώσης τας οδούς αυτών 32ακάθαρτος γαρ έναντι κυρίου πας παράνομος εν δε δικαίοις ου συνεδριάζει 33κατάρα κυρίου εν οίκοις ασεβών επαύλεις δε δικαίων ευλογούνται 34κύριος υπερηφάνοις αντιτάσσεται ταπεινοίς δε δίδωσι χάριν 35δόξαν σοφοί κληρονομήσουσιν οι δε ασεβείς ύψωσαν ατιμίαν
Copyright information for ABPGRK