Proverbs 30

CHAPTER 30

God Teaches Wisdom

1τάδε λέγει ο ανήρ τοις πιστεύουσι θεώ και παύομαι 2αφρονέστατος γαρ ειμι απάντων ανθρώπων και φρόνησις ανθρώπου ουκ έστιν εν εμοί 3ο θεός δεδίδαχέ με σοφίαν και γνώσιν αγίων έγνωκα 4τις ανέβη εις τον ουρανόν και κατέβη τις συνήγαγεν ανέμους εν κόλπω τις συνέστρεψεν ύδωρ εν ιματίω τις εκράτησε πάντων των άκρων της γης τι όνομα αυτώ η τι όνομα τοις τέκνοις αυτού ίνα γνως 5πάντες γαρ λόγοι θεού πεπυρωμένοι υπερασπίζει δε αυτός των ευλαβουμένων αυτόν 6μη προσθής τοις λόγοις αυτού ίνα μη ελέγξη σε και ψευδής γένη 7δύο αιτούμαι παρά σου μη αφέλης μου χάριν προ του αποθανείν με 8μάταιον λόγον και ψευδή μακράν μου ποίησον πλούτον δε και πενίαν μη μοι δως σύνταξον δε μοι τα δέοντα και τα αυτάρκη 9ίνα μη πλησθείς ψευδής γένωμαι και είπω τις με ορά η πενηθείς κλέψω και ομόσω το όνομα του θεού 10μη παραδώς δούλον εις χείρας δεσπότου μή ποτε καταράσηταί σε και αφανισθής 11έκγονον κακόν πατέρα καταράται της δε μητέρα ουκ ευλογεί 12έκγονον κακόν δίκαιον εαυτόν κρινεί την δε έξοδον αυτού ουκ απένιψεν 13έκγονον κακόν υψηλούς οφθαλμούς έχει τοις δε βλεφάροις αυτού επαίρεται 14έκγονον κακόν μαχαίρας οδόντας έχει και τας μύλας τομίδας ώστε αναλίσκειν τους ασθενείς από της γης και τους πένητας αυτών εξ ανθρώπων

The Four Marvels

15τη βδέλλη τρεις θυγατέρες ήσαν αγαπήσει αγαπώμεναι αι τρεις αύται ουκ ενεπίμπλασαν αυτήν και η τετάρτη ουκ ηρκέσθη ειπείν ικανόν 16άδης και έρως γυναικός και γη ουκ εμπιπλαμένη ύδατος και ύδωρ και πυρ ου μη είπωσιν αρκεί 17οφθαλμόν καταγελώντα πατρός και ατιμάζοντα γήρας μητρός εκκόψαισαν αυτόν κόρακες εκ των φαράγγων και καταφάγοισαν αυτόν νεοσσοί αετών 18τρία δε εστιν αδύνατά μοι νοήσαι και το τέταρτον ουκ επιγινώσκω 19ίχνη αετού πετομένου και οδούς όφεως επί πέτρας και τρίβους νηός ποντοπορούσης και οδούς ανδρός εν νεότητι 20τοιαύτη οδός γυναικός μοιχαλίδος η όταν πράξη απονιψαμένη ουδέν φησι πεπραχέναι άτοπον 21διά τριών σείεται η γη το δε τέταρτον ου δύναται φέρειν 22εάν οικέτης βασιλεύση και άφρων πλησθή σιτίων 23και οικέτις εάν εκβάλη την εαυτής κυρίαν και μισητή γυνή εάν τύχη ανδρός αγαθού 24τέσσαρα δε εστιν ελάχιστα επί της γης ταύτα δε εστι σοφώτερα των σοφών 25οι μύρμηκες οις μη εστιν ισχύς και ετοιμάζονται θέρους την τροφήν 26και οι χοιρογρύλλιοι έθνος ουκ ισχυρόν οι εποιήσαντο εν πέτραις τους εαυτών οίκους 27αβασίλευτόν εστιν η ακρίς και εκστρατεύει αφ΄ ενός κελεύσματος ευτάκτως 28και καλαβώτης χερσίν ερειδόμενος και ευάλωτος ων κατοικεί εν οχυρώμασι βασιλέων 29τρία δε εστιν α ευόδως πορεύεται και το τέταρτον ο καλώς διαβαίνει 30σκύμνος λέοντος ισχυρότερος κτηνών ος ουκ αποστρέφεται ουδέ καταπτήσσει κτήνος 31και αλέκτωρ εμπεριπατών εν θηλείαις ευψύχως και τράγος ηγούμενος αιπολίου και βασιλεύς δημηγορών εν έθνει 32εάν πρόη σεαυτόν εις ευφροσύνη και εκτείνης την χείρά σου μετά μάχης ατιμασθήση 33άμελγε γάλα και έσται βούτυρον εάν δε εκπιέζης μυκτήρας εξελεύσεται αίμα εάν δε εξέλκης λόγους εξελεύσονται κρίσεις και μάχαι
Copyright information for ABPGRK