Proverbs 4

CHAPTER 4

Hear! Take Heed! Take Hold!

ακούσατε παίδες παιδείαν πατρός και προσέχετε γνώναι έννοιαν δώρον γαρ αγαθόν δωρούμαι υμίν τον εμόν λόγον μη εγκαταλίπητε υιός γαρ εγενόμην καγώ πατρί υπήκοος και αγαπώμενος εν προσώπω μητρός οι έλεγον και εδίδασκόν με ερειδέτω ο ημέτερος λόγος εις σην καρδίαν φύλασσε εντολάς μη επιλάθη κτήσαι σοφίαν κτήσαι σύνεσιν μη επιλάθη μηδέ παρίδης ρήσιν εμού στόματος μηδέ εκκλίνης από ρημάτων στόματός μου μη εγκαταλίπης αυτήν και ανθέξεταί σου εράσθητι αυτής και τηρήσει σε αρχή σοφίας κτήσαι σοφίαν και εν πάση κτήσει σου κτήσαι σύνεσιν περιχαράκωσον αυτήν και υψώσει σε τίμησον αυτήν ίνα σε περιλάβη ίνα δω τη ση κεφαλή στέφανον χαρίτων στεφάνω δε τρυφής υπερασπίση σε 10 άκουε υιέ και δέξαι εμούς λόγους και πληθυνθήσεταί σοι έτη ζωής σου ίνα σοι γένωνται πολλαί οδοί βίου 11 οδούς γαρ σοφίας διδάσκω σε εμβιβάζω δε σε τροχιαίς ορθαίς 12 εάν γαρ πορεύη ου συγκλεισθήσεταί σου τα διαβήματα εάν δε τρέχης ου κοπιάσεις 13 επιλαβού εμής παιδείας μη αφής αλλά φύλαξον αυτήν σεαυτώ εις ζωήν σου 14 οδούς ασεβών μη επέλθης μηδέ ζηλώσης οδούς παρανόμων

The Ways of Lawbreakers Versus the Just

15 εν ω αν τόπω στρατοπεδεύσωσι μη επέλθης εκεί έκκλινον απ΄ αυτών και παράλλαξον 16 ου γαρ μη υπνώσωσιν εάν μη κακοποιήσωσιν αφήρηται ύπνος απ΄ αυτών και ου κοιμώνται 17 οίδε γαρ σιτούνται σίτα ασεβείας οίνω δε παρανόμω μεθύσκονται 18 αι δε οδοί των δικαίων ομοίως φωτί λάμπουσι προπορεύονται και φωτίζουσιν έως αν κατορθώση η ημέρα 19 αι δε οδοί των ασεβών σκοτειναί ουκ οίδασι πως προσκόπτουσιν 20 υιέ εμή ρήσει πρόσεχε τοις δε εμοίς λόγοις παράβαλλε σον ους 21 όπως μη εκλίπωσί σε αι πηγαί σου φύλασσε αυτάς εν ση καρδία 22 ζωή γαρ εστι πάσι τοις ευρίσκουσιν αυτάς και πάση σαρκί ίασις 23 πάση φυλακή τήρει σην καρδίαν εκ γαρ τούτων έξοδοι ζωής 24 περίελε σεαυτού σκολιόν στόμα και άδικα χείλη μακράν από σου άπωσαι 25 οι οφθαλμοί σου ορθά βλεπέτωσαν τα δε βλέφαρά σου νευέτω δίκαια 26 ορθάς τροχιάς ποίει σοις ποσί και τας οδούς σου κατεύθυνε 27 μη εκκλίνης εις τα δεξιά μηδέ εις τα αριστερά απόστρεψον δε σον πόδα από οδού κακής οδούς γαρ τας εκ δεξιών οίδεν ο θεός διεστραμμέναι δε εισιν αι εξ αριστερών αυτός δε ορθάς ποιήσει τας τροχιάς σου τας δε πορείας σου εν ειρήνη προάξει
Copyright information for ABPGRK