Proverbs 5

CHAPTER 5

Wisdom to a Son

1υιέ εμή σοφία πρόσεχε εμοίς δε λόγοις παράβαλλε σον ους 2ίνα φυλάξης έννοιαν αγαθήν αίσθησιν δε εμών χειλέων εντέλλομαί σοι μη πρόσεχε φαύλη γυναικί 3μέλι γαρ αποστάζει από χειλέων γυναικός πόρνης η προς καιρόν λιπαίνει σον φάρυγγα 4ύστερον μέντοι πικρότερον χολής ευρήσεις και ηκονημένον μάλλον μαχαίρας διστόμου 5της γαρ αφροσύνης οι πόδες κατάγουσι τους χρωμένους αυτή μετά θανάτου εις τον άδην τα δε ίχνη αυτής ουκ ερείδεται 6οδούς γαρ ζωής ουκ επέρχεται σφαλεραί δε αι τροχιαί αυτής και ουκ εύγνωστοι 7νυν ουν υιέ άκουέ μου και μη ακύρους ποιήσης εμούς λόγους 8μακράν ποίησον απ΄ αυτής σην οδόν μη εγγίσης προς θύραις οίκων αυτής 9ίνα μη πρόη άλλοις ζωήν σου και σον βίον ανελεήμοσιν 10ίνα μη πλησθώσιν αλλότριοι σης ισχύος οι δε σοι πόνοι εις οίκους αλλοτρίους εισέλθωσι 11και μεταμεληθήση επ΄ εσχάτων ηνίκα αν κατατριβώσι σάρκες σώματός σου 12και ερείς πως εμίσησα παιδείαν και ελέγχους εξέκλινεν η καρδία μου 13ουκ ήκουον φωνήν παιδεύοντός με και διδάσκοντός με ουδέ παρέβαλλον το ους μου 14παρ΄ ολίγον εγενόμην εν παντί κακώ εν μέσω εκκλησίας και συναγωγής 15υιέ πίνε ύδατα από σων αγγείων και από σων φρεάτων πηγής 16υπερεκχείσθω σοι τα ύδατα εκ της σης πηγής εις δε σας πλατείας διαπορευέσθω τα σα ύδατα 17έστω σοι μόνω υπάρχοντα και μηδείς αλλότριος μετασχέτω σοι 18η πηγή σου του ύδατος έστω σοι ιδία και συνευφραίνου μετά γυναικός της εκ νεότητός σου 19έλαφος φιλίας και πώλός σου χαρίτων ομιλείτω σοι η δε ιδία ηγείσθω σου και συνέστω σοι εν παντί καιρώ εν γαρ τη ταύτης φιλία συμπεριφερόμενος πολλοστός έση 20μη πολύς ίσθι προς αλλοτρίαν μηδέ συνέχου αγκάλαις της μη ιδίας 21ενώπιον γαρ εισι των του θεού οφθαλμών οδοί ανδρός εις δε πάσας τας τροχιάς αυτού σκοπεύει 22παρανομίαι άνδρα αγρεύουσι σειραίς δε των εαυτού αμαρτιών έκαστος σφίγγεται 23ούτος τελευτά μετά απαιδεύτων εκ δε πλήθους της εαυτού βιότητος εξερρίφη και απώλετο δι΄ αφροσύνην
Copyright information for ABPGRK