Proverbs 6

CHAPTER 6

Surety for Fools

υιέ εάν εγγυήση σον φίλον παραδώσεις σην χείρα εχθρώ παγίς γαρ ισχυρά ανδρί τα ίδια χείλη και αλίσκεται ρήμασιν ιδίου στόματος ποίει υιέ α εγώ σοι εντέλλομαι και σώζου ήκεις γαρ εις χείρας κακών διά σον φίλον ίσθι μη εκλυόμενος παρόξυνε δε και τον φίλον σου ον εγεγγυήσω

Laziness

μη δως ύπνον σοις όμμασι μηδέ επινυστάξης σοις βλεφάροις ίνα σώζη ώσπερ δορκάς εκ βρόχων και ώσπερ όρνεον εκ παγίδος ίθι προς τον μύρμηκα ω οκνηρέ και ζήλωσον ιδών τας οδούς αυτού και γενού εκείνου σοφώτερος εκείνω γαρ γεωργίου μη υπάρχοντος μηδέ τον αναγκάζοντα έχων μηδέ υπό δεσπότην ων ετοιμάζεται θέρους την τροφήν πολλήν τε εν τω αμητώ ποιείται την παράθεσιν έως τίνος οκνηρέ κατάκεισαι πότε δε εξ ύπνου εγερθήση 10 ολίγον μεν υπνοίς ολίγον δε κάθησαι μικρόν δε νυστάζεις ολίγον δε εναγκαλίζη χερσί στήθη 11 ειτ΄ εμπαραγίνεταί σοι ώσπερ κακός οδοιπόρος η πενία και η ένδεια ώσπερ αγαθός δρομεύς

Attributes of a Fool

12 ανήρ άφρων και παράνομος πορεύσεται οδούς ουκ αγαθάς 13 ο δε αυτός εννεύει οφθαλμώ σημαίνει δε ποδί διδάσκει δε νεύμασι δακτύλων 14 διεστραμμένη δε καρδία τεκταίνεται κακά εν παντί καιρώ ο τοιούτος ταραχάς συνίστησι πόλει 15 διά τούτο εξαπίνης έρχεται η απώλεια αυτού διακοπή και συντριβή ανίατος 16 ότι χαίρει πάσιν οις μισεί ο κύριος συντρίβεται δε δι΄ ακαθαρσίαν ψυχής 17 οφθαλμός υβριστού γλώσσα άδικος χείρες εκχέουσαι αίμα δίκαιον 18 και καρδία τεκταινομένη λογισμούς κακούς και πόδες επισπεύδοντες κακοποιείν 19 εκκαίει ψευδή μάρτυς άδικος και επιπέμπει κρίσεις αναμέσον αδελφών

Guard Parental Advice

20 υιέ φύλασσε νόμους πατρός σου και μη απώση θεσμούς μητρός σου 21 άφαψαι δε αυτούς επί ση ψυχή διαπαντός και εγκλοίωσαι περί σω τραχήλω 22 ηνίκα αν περιπατής επάγου αυτήν και μετά σου έστω ως δ΄ αν καθεύδης φυλασσέτω σε ίνα εγειρομένω συλλαλή σοι 23 ότι λύχνος εντολή νόμου και φως και οδός ζωής και έλεγχος και παιδεία

Guard from Adultery

24 του διαφυλάσσειν σε από γυναικός υπάνδρου και από διαβολής γλώσσης αλλοτρίας 25 υιέ μη σε νικήση κάλλους επιθυμία μηδέ αγρευθής σοις οφθαλμοίς μηδέ συναρπασθής από των αυτής βλεφάρων 26 τιμή γαρ πόρνης όση και ενός άρτου γυνή δε ανδρών τιμίας ψυχάς αγρεύει 27 αποδήσει τις πυρ εν κόλπω τα δε ιμάτια ου κατακαύσει 28 η περιπατήσει τις επ΄ ανθράκων πυρός τους δε πόδας ου κατακαύσει 29 ούτως ο εισελθών προς γυναίκα ύπανδρον ουκ αθωωθήσεται ουδέ πας ο απτόμενος αυτής 30 ου θαυμαστόν εάν αλώ τις κλέπτων κλέπτει γαρ ίνα εμπλήση ψυχήν πεινώσαν 31 εάν δε αλώ αποτίσει επταπλάσια και πάντα τα υπάρχοντα αυτού δους ρύσεταί εαυτόν 32 ο δε μοιχός δι΄ ένδειαν φρενών απώλειαν τη ψυχή αυτού περιποιείται 33 οδύνας τε και ατιμίας υποφέρει το δε όνειδος αυτού ουκ εξαλειφθήσεται εις τον αιώνα 34 μεστός γαρ ζήλου θυμός ανδρός αυτής ου φείσεται εν ημέρα κρίσεως 35 ουκ ανταλλάξεται ουδενός λύτρου την έχθραν ουδέ μη διαλυθή πολλών δώρων
Copyright information for ABPGRK