Proverbs 14

CHAPTER 14

Two Ways

1σοφαί γυναίκες ωκοδόμησαν οίκους η δε άφρων κατέσκαψε ταις χερσίν αυτής 2ο πορευόμενος ορθώς φοβείται τον κύριον ο δε σκολιάζων ταις οδοίς αυτού ατιμασθήσεται 3εκ στόματος αφρόνων βακτηρία ύβρεως χείλη δε σοφών φυλάσσει αυτούς 4ου μη εισί βόες φάτναι καθαραί ου δε πολλά γεννήματα φανερά βοός ισχύς 5μάρτυς πιστός ου ψεύδεται εκκαίει δε ψευδή μάρτυς άδικος 6ζητήσεις σοφίαν παρά κακοίς και ουχ ευρήσεις αίσθησις δε παρά φρονίμοις ευχερής 7πάντα εναντία ανδρί άφρονι όπλα δε αισθήσεως χείλη σοφά 8σοφία πανούργων επιγνώσεται τας οδούς αυτών άνοια δε αφρόνων εν πλάνη 9οικίαι παρανόμων οφειλήσουσι καθαρισμόν οικίαι δε δικαίων δεκταί 10καρδία ανδρός αισθητική λυπηρά ψυχή αυτού όταν δε ευφραίνηται ουκ επιμίγνυται ύβρει 11οικίαι ασεβών αφανισθήσονται σκηναί δε κατορθούντων στήσονται 12έστιν οδός η δοκεί ορθή είναι παρά ανθρώποις τα δε τελευταία αυτής έρχεται εις πυθμένα άδου 13εν ευφροσύναις ου προσμίγνυται λύπη τελευταία δε χαράς εις πένθος έρχεται 14των εαυτού οδών πλησθήσεται θρασυκάρδιος από δε των διανοημάτων αυτού ανήρ αγαθός 15άκακος πιστεύει παντί λόγω πανούργος δε έρχεται εις μετάνοιαν 16σοφός φοβηθείς εξέκλινεν από κακού ο δε άφρων εαυτώ πεποιθώς μίγνυται ανόμω 17οξύθυμος πράσσει μετά αβουλίας ανήρ δε φρόνιμος πολλά υποφέρει 18μεριούνται άφρονες κακίαν οι δε πανούργοι κρατήσουσιν αισθήσεως 19ολισθήσουσι κακοί έναντι αγαθών και ασεβείς θεραπεύσουσι θύρας δικαίων 20φίλοι μισήσουσι φίλους πτωχούς φίλοι δε πλουσίων πολλοί 21ο ατιμάζων πένητας αμαρτάνει ελεών δε πτωχούς μακαριστός 22πλανώμενοι τεκταίνουσι κακά έλεον δε και αλήθειαν τεκταίνουσιν αγαθοί ουκ επίστανται έλεον και πίστιν τέκτονες κακών ελεημοσύναι δε και πίστεις παρά τέκτοσιν αγαθοίς 23εν παντί μεριμνώντι ένεστι περισσόν ο δε ηδύς και ανάλγητος εν ενδεία έσται 24στέφανος σοφών πλούτος αυτών η δε διατριβή αφρόνων κακή 25ρύσεται κακών ψυχήν μάρτυς πιστός εκκαίει δε ψευδή δόλιος 26εν φόβω κυρίου ελπίς ισχύος τοις δε τέκνοις αυτού καταλείπει έρεισμα 27πρόσταγμα κυρίου πηγή ζωής ποιεί δε εκκλίνειν εκ παγίδος θανάτου 28εν πολλώ έθνει δόξα βασιλέως εν δε εκλείψει λαού συντριβή δυνάστου 29μακρόθυμος ανήρ πολύς εν φρονήσει ο δε ολιγόψυχος ισχυρώς άφρων 30πραύθυμος ανήρ καρδίας ιατρός σης δε οστέων καρδία αισθητική 31ο συκοφαντών πένητα παροξύνει τον ποιήσαντα αυτόν ο δε τιμών αυτόν ελεεί πτωχόν 32εν κακία αυτού απωσθήσεται ασεβής ο πεποιθώς τη εαυτού οσιότητι δίκαιος 33εν καρδία αγαθή ανδρός αναπαύσεται σοφία εν δε καρδία αφρόνων ου διαγινώσκεται 34δικαιοσύνη υψοί έθνος ελασσονούσι δε φυλάς αμαρτίαι 35δεκτός βασιλεί υπηρέτης νοήμων τη δε εαυτού ευστροφία αφαιρείται ατιμίαν
Copyright information for ABPGRK