Proverbs 17

CHAPTER 17

Wisdom Keeps One from Trouble

1κρείσσων ψωμός μεθ΄ ηδονής εν ειρήνη η οίκος πλήρης πολλών αγαθών και αδίκων θυμάτων μετά μάχης 2οικέτης νοήμων κρατήσει δεσποτών αφρόνων εν δε αδελφοίς διελείται μέρη 3ώσπερ δοκιμάζεται εν καμίνω άργυρος και χρυσός ούτως εκλεκταί καρδίαι παρά κυρίω 4κακός υπακούει γλώσσης παρανόμων άδικος δε προσέχει χείλεσι ψεύδεσιν 5ο καταγελών πτωχού παροξύνει τον ποιήσαντα αυτόν ο δε επιχαίρων απολλυμένω ουκ αθωωθήσεται ο δε επισπλαγχνιζόμενος ελεηθήσεται 6στέφανος γερόντων τέκνα τέκνων καύχημα δε τέκνων πατέρες αυτών του πιστού όλος ο κόσμος των χρημάτων του δε απίστου ουδέ οβολός 7ουχ αρμόσει άφρονι χείλη πιστά ουδέ δικαίω χείλη ψευδή 8μισθός χαρίτων παιδεία τοις χρωμένοις ου δ΄ αν επιστρέψη ευοδωθήσεται 9ος κρύπτει αδικήματα ζητεί φιλίαν ος δε μισεί κρύπτειν διϊστησι φίλους και οικείους 10συντρίβει απειλή καρδίαν φρονίμου άφρων δε μαστιγωθείς ουκ αισθάνεται 11αντιλογίας εγείρει πας κακός ο δε κύριος άγγελον ανελεήμονα εκπέμψει αυτώ 12εμπεσείται μέριμνα ανδρί νοήμονι οι δε άφρονες διαλογιούνται κακά 13ος αποδίδωσι κακά αντί αγαθών ου κινηθήσεται κακά εκ του οίκου αυτού 14εξουσίαν δίδωσι λόγοις αρχή δικαιοσύνης προηγείται δε της ενδείας στάσις και μάχη 15ος δίκαιον κρίνει τον άδικον άδικον δε τον δίκαιον ακάθαρτος και βδελυκτός παρά θεώ 16ινατί υπήρξε χρήματα άφρονι κτήσασθαι γαρ σοφίαν ακάρδιος ου δυνήσεται ος υψηλόν ποιεί τον εαυτού οίκον ζητεί συντριβήν ο δε σκολιάζων του μαθείν εμπεσείται εις κακά 17εις πάντα καιρόν ο φίλος υπαρχέτω σοι αδελφοί εν ανάγκαις χρήσιμοι έστωσαν τούτου γαρ χάριν γεννώνται 18ανήρ άφρων επικροτεί και επιχαίρει εαυτώ ως και ο εγγυώμενος εγγύη τον εαυτού φίλον 19φιλαμαρτήμων χαίρει μάχαις 20ο δε σκληροκάρδιος ου συναντά αγαθοίς ανήρ ευμετάβολος γλώσση εμπεσείται εις κακά 21καρδία δε άφρονος οδύνη τω κεκτημένω αυτήν ουκ ευφραίνεται πατήρ εφ΄ υιώ απαιδεύτω υιός δε φρόνιμος ευφραίνει μητέρα αυτού 22καρδία ευφραινομένη ευεκτείν ποιεί ανδρός δε λυπηρού ξηραίνεται τα οστά 23λαμβάνοντος δώρα εν κόλποις αδίκως ου κατευοδούνται αι οδοί ασεβής δε εκκλίνει οδούς δικαιοσύνης 24πρόσωπον συνετόν ανδρός σοφού οι δε οφθαλμοί του άφρονος επ΄ άκρα γης 25οργή πατρί υιός άφρων και οδύνη τη τεκούση αυτού 26ζημιούν άνδρα δίκαιον ου καλόν ουδέ όσιον επιβούλευειν δυνάσταις δικαίοις 27ος φείδεται ρήμα προέσθαι σκληρόν επιγνώμων μακρόθυμος δε ανήρ φρόνιμος 28ανοήτω επερωτήσαντι σοφία λογισθήσεται ενεόν δε τις εαυτόν ποιήσας δόξει φρόνιμος είναι
Copyright information for ABPGRK