Proverbs 22

CHAPTER 22

The Benefits of Wisdom

1αιρετώτερον όνομα καλόν η πλούτος πολύς υπέρ δε αργύριον και χρυσίον χάρις αγαθή 2πλούσιος και πτωχός συνήντησαν αλλήλοις αμφοτέρους δε ο κύριος εποίησε 3πανούργος ιδών πονηρόν τιμωρούμενον κραταιώς αυτός παιδεύεται οι δε άφρονες παρελθόντες εζημιώθησαν 4γενεά σοφίας φόβος κυρίου και πλούτος και δόξα και ζωή 5τρίβολοι και παγίδες εν οδοίς σκολιαίς ο δε φυλάσσων την εαυτού ψυχήν αφέξεται αυτών 6εγκαίνισον το παιδίον κατά την οδόν αυτού και γε εάν γηράση ουκ αποστήσεται απ΄ αυτής 7πλούσιοι πτωχών άρξουσι και οικέται ιδίοις δεσπόταις δανιούσιν 8ο σπείρων φαύλα θερίσει κακά πληγήν δε έργων αυτού συντελέσει άνδρα ιλαρόν και δότην αγαπά ο θεός ματαιότητα δε έργων αυτού συντελέσει 9ο ελεών πτωχόν αυτός διατραφήσεται των γαρ εαυτού άρτων δέδωκε τω πτωχώ νίκην και τιμήν περιποιείται ο δώρα δους την μέντοι ψυχήν αφαιρείται των κεκτημένων 10έκβαλε εκ συνεδρίου λοιμόν και συνεξελεύσεται αυτώ νείκος όταν γαρ καθίση εν συνεδρίω πάντας ατιμάζει 11αγαπά κύριος οσίας καρδίας δεκτοί δε αυτώ πάντες άμωμοι εν ταις οδοίς αυτών χείλεσι ποιμαίνει βασιλεύς 12οι δε οφθαλμοί κυρίου διατηρούσιν αίσθησιν φαυλίζει δε λόγους παράνομος 13προφασίζεται και λέγει οκνηρός λέων εν ταις οδοίς εν δε ταις πλατείαις φονευταί 14βόθρος βαθύς στόμα παρανόμου ο δε μισηθείς υπό κυρίου εμπεσείται εις αυτόν 15άνοια εξήπται καρδίας νέου ράβδος δε και παιδεία μακράν απ΄ αυτού 16ο συκοφαντών πένητα πολλά ποιεί τα εαυτού κακά δίδωσι δε πλουσίω επ΄ ελάσσονι 17λόγοις σοφών παράβαλλε το ους σου και άκουε εμών λόγων την δε σην καρδίαν επίστησον ίνα γνως 18ότι καλοί εισι και εάν εμβάλης αυτούς εις την καρδίαν σου ευφρανούσί σε άμα επί σοις χείλεσιν 19ίνα σου γένηται επί κύριον η ελπίς και γνωρίση σοι την οδόν αυτού 20και συ δε απόγραψαι αυτά σεαυτώ τρισσώς εις βουλήν και γνώσιν 21διδάσκω ουν σε αληθή λόγον και γνώσιν αγαθήν υπακούειν του αποκρίνεσθαί σε λόγους αληθείας τοις προβαλλομένοις σοι 22μη αποβιάζου πένητα πτωχός γαρ εστι και μη ατιμάσης ασθενή εν πύλαις 23ο γαρ κύριος κρινεί αυτού την δίκην και ρύση σην άσυλον ψυχήν 24μη ίσθι εταίρος ανδρί θυμώδει φίλω δε οργίλω μη συναυλίζου 25μήποτε μάθης των οδών αυτού και λάβης βρόχους τη ση ψυχή 26μη δίδου σεαυτόν εις εγγυήν αισχυνόμενος πρόσωπον 27εάν γαρ μη έχης πόθεν αποτίσης λήψονται το στρώμα το υπό τας πλευράς σου 28μη μέταιρε όρια αιώνια α έστησαν οι πατέρες σου 29ορατικόν άνδρα και οξύν εν τοις έργοις αυτού βασιλεύσι δει παρεστάναι και μη παρεστάναι ανδράσι νωθροίς
Copyright information for ABPGRK