Proverbs 23

CHAPTER 23

Acquire Truth and Wisdom

1εάν καθίσης δειπνήσαι επί τραπέζης δυνάστου νοητώς νόει τα παρατιθέμενά σοι 2και επίβαλλε την χείρά σου ειδώς ότι τοιαύτά σε δει παρασκευάσαι ει δε απληστότερος ει 3μη επιθύμει των εδεσμάτων αυτού ταύτα γαρ έχεται ζωής ψευδούς 4μη παρεκτείνου πένης ων πλουσίω τη δε ση έννοια απόσχου 5εάν επιστήσης το σον όμμα προς αυτόν ουδαμού φανείται κατεσκεύασται γαρ αυτώ πτέρυγες ώσπερ αετού και υποστρέφει εις τον οίκον του προεστηκότος αυτού 6μη συνδείπνει ανδρί βασκάνω μηδέ επιθύμει των βρωμάτων αυτού 7ον τρόπον γαρ ει τις καταπίοι τρίχα ούτως εσθίει και πίνει μηδέ προς σε εισαγάγης αυτόν και φάγης τον ψωμόν σου μετ΄ αυτού 8εξεμέσει γαρ αυτόν και λυμανείται τους λόγους σου τους καλούς 9εις ώτα άφρονος μηδέν λέγε μή ποτε μυκτηρίση τους συνετούς σου λόγους 10μη μεταθής όρια αιώνια εις δε κτήμα ορφανών μη εισέλθης 11ο γαρ λυτρούμενος αυτούς κύριος κραταιός εστι και κρινεί την κρίσιν αυτών μετά σου 12δος εις παιδείαν την καρδίαν σου τα δε ωτά σου ετοίμασον λόγοις αισθήσεως 13μη απόσχη νήπιον παιδεύειν ότι εάν πατάξης αυτόν ράβδω ου μη αποθάνη 14συ μεν γαρ πατάξεις αυτόν ράβδω την δε ψυχήν αυτού εκ θανάτου ρύση 15υιέ εάν σοφή γένηταί σου η καρδία ευφρανείς και την εμήν καρδίαν 16και ενδιατρίψει λόγοις τα σα χείλη προς τα εμά χείλη εάν ορθά ώσι 17μη ζηλούτω η καρδία σου αμαρτωλούς αλλά εν φόβω κυρίου ίσθι όλην την ημέραν 18εάν γαρ τηρήσης αυτά έσται σοι έκγονα η δε ελπίς σου ουκ αποστήσεται 19άκουε υιέ και σοφός γίνου και κατεύθυνε εννοίας σης καρδίας 20μη ίσθι οινοπότης μηδέ εκτείνου συμβολαίς κρεών τε αγορασμοίς 21πας γαρ μέθυσος και πορνοκόπος πτωχεύσει και ενδύσεται διερρηγμένα και ρακώδη πας υπνώδης 22άκουε υιέ πατρός του γεννήσαντός σε και μη καταφρόνει ότι γεγήρακέ σου η μήτηρ 23αλήθειαν κτήσαι και μη απώση σοφίαν και παιδείαν και σύνεσιν 24καλώς εκτρέφει πατήρ δίκαιος επί δε υιώ σοφώ ευφραίνεται η ψυχή αυτού 25ευφραινέσθω ο πατήρ και η μήτηρ επί σοι και χαιρέτω η τεκούσά σε 26δος μοι υιέ σην καρδίαν οι δε σοι οφθαλμοί εμάς οδούς τηρείτωσαν 27πίθος γαρ τετριμένος εστίν αλλότριος οίκος και φρεάρ στενόν αλλότριον 28ούτος γαρ συντόμως απολείται και πας παράνομος αναλωθήσεται 29τίνι ουαί τίνι θόρυβος τίνι κρίσεις τίνι αηδίαι και λέσχαι τίνι συντρίμματα διακενής τίνος πελιδνοί οι οφθαλμοί 30ου των εγχρονιζόντων εν οίνοις ου των ιχνευόντων που πότοι γίνονται μη μεθύσκεσθε οίνω αλλά ομιλείτε ανθρώποις δικαίοις και ομιλείτε εν περιπάτοις 31εάν γαρ εις τας φιάλας και τα ποτήρια δως τους οφθαλμούς σου ύστερον περιπατήσεις γυμνότερος υπέρου 32το δε έσχατον ώσπερ υπό όφεως πεπληγώς εκτείνεται και ώσπερ υπό κεράστου διαχείται αυτού ο ιός 33οι οφθαλμοί σου όταν ίδωσιν αλλοτρίαν το στόμα σου τότε λαλήσει σκολιά 34και κατακείση ώσπερ εν καρδία θαλάσσης και ώσπερ κυβερνήτης εν πολλώ κλύδωνι 35ερείς δε έτυπτόν με και ουκ επόνεσα και ενέπαιξάν μοι εγώ δε ουκ ήδειν πότε όρθρος έσται ίνα ελθών ζητήσω μεθ΄ ων συνελεύσομαι
Copyright information for ABPGRK