Proverbs 24

CHAPTER 24

Wisdom Is Good Understanding

1υιέ μη ζηλώσης κακούς άνδρας μηδέ επιθυμήσης είναι μετ΄ αυτών 2ψευδή γαρ μελετά η καρδία αυτών και πόνους τα χείλη αυτών λαλεί 3μετά σοφίας οικοδομείται οίκος και μετά συνέσεως ανορθούται 4μετά αισθήσεως εμπίμπλανται τα ταμιεία παντός πλούτου τιμίου και καλού 5κρείσσων σοφός ισχυρού και ανήρ φρόνησιν έχων γεωργίου μεγάλου 6μετά κυβερνήσεως γίνεται πόλεμος βοήθεια δε μετά καρδίας βουλευτικής 7σοφία και έννοια αγαθή εν πύλαις σοφών σοφοί ουκ εκκλίνουσιν εκ νόμου κυρίου αλλά λογίζονται εν συνεδρίοις απαιδεύτοις συναντά θάνατος 9αποθνήσκει δε άφρων εν αμαρτίαις ακαθαρσία ανδρί λοιμώ 10εμμολυνθήσεται εν ημέρα κακή και εν ημέρα θλίψεως έως αν εκλείπη 11ρύσαι αγομένους εις θάνατον και εκπρίου κτεινομένους μη φείση 12εάν δε είπης ουκ οίδα τούτον γίνωσκε ότι κύριος καρδίας πάντων γινώσκει και ο πλάσας πνοήν πάσιν αυτός οίδε πάντα ος αποδίδωσιν εκάστω κατά τα έργα αυτού 13φάγε μέλι υιέ αγαθόν γαρ κηρίον ίνα γλυκανθή σου ο φάρυγξ 14ούτως γαρ αισθήση σοφίαν τη ση ψυχή εάν γαρ εύρης έσται καλή η τελευτή σου και ελπίς σε ουκ καταλείψει 15μη προσαγάγης ασεβή νομή δικαίων μηδέ απατηθής χορτασία κοιλίας 16επτάκις γαρ πεσείται ο δίκαιος και αναστήσεται οι δε ασεβείς ασθενήσουσιν εν κακοίς 17εάν πέση ο εχθρός σου μη επιχαρής αυτώ εν δε τω υποσκελίσματι αυτού μη επαίρου 18ότι όψεται κύριος και ουκ αρέσει αυτώ και αποστρέψει τον θυμόν αυτού απ αυτού 19μη χαίρε επί κακοποιοίς μηδέ ζήλου αμαρτωλούς 20ου γαρ μη γένηται έκγονα πονηρών λαμπτήρ δε ασεβών σβεσθήσεται 21φοβού τον θεόν υιέ και βασιλέα και μηθ ετέρω αυτών απειθήσης 22εξαίφνης γαρ τίσονται τους ασεβείς τας δε τιμωρίας αμφοτέρων τις γνώσεται 23ταύτα δε λέγω υμίν τοις σοφοίς επιγινώσκειν αιδείσθαι πρόσωπον εν κρίσει ου καλόν 24ο ειπών τον ασεβή δίκαιός εστιν επικατάρατος λαοίς έσται και μισητός εις έθνη 25οι δε ελέγχοντες βελτίους φανούνται επ΄ αυτούς δε ήξει ευλογία αγαθή 26χείλη δε φιλήσουσιν αποκρινόμενα λόγους αγαθούς 27ετοίμαζε εις την έξοδον τα έργα σου και παρασκευάζου εις τον αγρόν και πορεύου κατόπισθέν μου και ανοικοδομήσεις τον οίκόν σου 28μη ίσθι ψευδής μάρτυς επί σον πολίτην μηδέ πλατύνου σοις χείλεσι 29μη είπης ον τρόπον εχρήσατό μοι χρήσομαι αυτώ τίσομαι δε αυτόν α με ηδίκησεν 30ώσπερ γεώργιον ανήρ άφρων και ώσπερ αμπελών άνθρωπος ενδεής φρενών 31εάν αφής αυτόν χερσωθήσεται και χορτομανήσει όλος και γίνεται εκλελειμμένος οι δε φραγμοί των λίθων αυτού κατασκάπτονται 32ύστερον εγώ μετενόησα επεβλέψα του εκλέξασθαι παιδείαν 33ολίγον νυστάζω ολίγον δε καθυπνώ ολίγον δε εναγκαλίζομαι χερσί στήθη 34εάν δε τούτο ποιής ήξει προπορευομένη η πενία σου και η ένδεια ώσπερ αγαθός δρομεύς
Copyright information for ABPGRK