Proverbs 25

CHAPTER 25

Esteem Honorable Words

1αύται αι παροιμίαι Σολομώντος αι αδιάκριτοι ας εξεγράψαντο οι φίλοι Εζεκίου του βασιλέως της Ιουδαίας 2δόξα θεού κρύπτει λόγον δόξα δε βασιλέως τιμά πράγματα 3ουρανός υψηλός γη δε βαθεία καρδία δε βασιλέως ανεξέλεγκτος 4τυπτε αδόκιμον αργύριον και καθαρίσθήσεται καθαρόν άπαν 5κτείνε ασεβείς εκ προσώπου βασιλέως και κατορθώσει εν δικαιοσύνη ο θρόνος αυτού 6μη αλαζονεύου ενώπιον βασιλέως μηδέ εν τόποις δυναστών υφίστασο 7κρείσσον γαρ το ρηθήναί σοι ανάβαινε προς με η ταπεινώσαί σε εν προσώπω δυνάστου α είδον οι οφθαλμοί σου λέγε 8μη πρόσπιπτε εις μάχην ταχέως ίνα μη μεταμεληθής επ΄ εσχάτων ηνίκα αν σε ονειδίση ο φίλος 9αναχώρει εις τα οπίσω μη καταφρόνει 10μη σε ονειδίση μεν ο φίλος η δε μάχη σου και η έχθρα ουκ απέσται αλλά έσται σοι ίση θανάτου χάρις και φιλία ελευθεροί ας τήρησον σεαυτώ ίνα μη επονείδιστος γένη αλλά φύλαξον τας οδούς σου ευσαναλλάκτως 11μήλον χρυσούν εν ορμίσκω σαρδίου ούτως ειπείν λόγον 12εις ενώτιον χρυσούν σάρδιον πολυτελές δέδεται λόγος σοφός εις ευήκοον ους 13ώσπερ έξοδος χιόνος εν αμήτω κατά καύμα ωφελεί ούτως άγγελος πιστός τους αποστείλαντας αυτόν ψυχάς γαρ των αυτώ χρωμένων ωφελεί 14ώσπερ άνεμοι και νέφη και υετοί επιφανέστατοι ούτως οι καυχώμενοι επί δόσει ψευδεί 15εν μακροθυμία ευοδία βασιλεύσι γλώσσα δε μαλακή συντρίβει οστά 16μέλι ευρών φάγε το ικανόν μή ποτε πλησθείς εξεμέσης 17σπάνιον είσαγε σον πόδα προς σεαυτού φίλον μή ποτε πλησθείς σου μισήση σε 18ρόπαλον και μάχαιρα και τόξευμα ακιδωτόν ούτως και ανήρ ο καταμαρτυρών του φίλου αυτού μαρτυρίαν ψευδή 19οδός κακού και πους παρανόμου ολείται εν ημέρα κακή 20ώσπερ όξος έλκει ασύμφορον ούτως προσπεσόν πάθος εν σώματι καρδίαν λυπεί ώσπερ σης ιματίω και σκώληξ ξύλω ούτως λύπη ανδρός βλάπτει καρδίαν 21εάν πεινά ο εχθρός σου τρέφε αυτόν εάν διψά πότιζε αυτόν 22τούτο γαρ ποιών άνθρακας πυρός σωρεύσεις επί της κεφαλής αυτού ο δε κύριος ανταποδώσει σοι αγαθά 23άνεμος βορέας εξεγείρει νέφη πρόσωπον δε αναιδές γλώσσαν ερεθίζει 24κρείσσον οικείν επί γωνίας δώματος η μετά γυναικός λοιδόρου εν οικία κοινή 25ώσπερ ύδωρ ψυχρόν ψυχή διψώση προσηνές ούτως αγγελία αγαθή εκ γης μακρόθεν 26ώσπερ ει τις πηγήν φράσσοι και ύδατος έξοδον λυμαίνοιτο ούτως άκοσμον δίκαιον πεπτωκέναι ενώπιον ασεβούς 27εσθίειν μέλι πολύ ου καλόν τιμάν δε χρη λόγους ενδόξους 28ώσπερ πόλις τα τείχη καταβεβλημένη και ατείχιστος ούτως ανήρ ος ου μετά βουλής τι πράσσει
Copyright information for ABPGRK