Proverbs 26

CHAPTER 26

Wisdom Will Guide You from Folly

1ώσπερ δρόσος εν αμητώ και ώσπερ υετός εν θέρει ούτως ουκ έστιν άφρονι τιμή 2ώσπερ όρνεα πέταται και στρουθοί ούτως αρά ματαία ουκ επελεύσεται ουδενί 3ώσπερ μάστιξ ίππω και κέντρον όνω ούτως ράβδος έθνει παρανόμω 4μη αποκρίνου άφρονι κατά την εκείνου αφροσύνην ίνα μη όμοιος γένη αυτώ 5αλλά αποκρίνου άφρονι προς την εκείνου αφροσύνην ίνα μη φαίνηται σοφός παρ΄ εαυτώ 6εκ των οδών εαυτού όνειδος ποιείται ο αποστείλας δι΄ αγγέλου άφρονος λόγον 7αφελού πορείαν σκελών και παροιμίας εκ στόματος αφρόνων 8ος αποδεσμεύει λίθον εν σφενδόνη όμοιός εστι τω διδόντι άφρονι δόξαν 9άκανθαι φύονται εν χειρί του μεθύσου δουλεία δε εν χειρί των αφρόνων 10πολλά χειμάζεται πάσα σαρξ αφρόνων συντρίβεται γαρ η έκστασις αυτών 11ώσπερ κύων όταν επέλθη επί τον εαυτού έμετον και μισητός γένηται ούτως άφρων τη εαυτού κακία αναστρέψας επί την εαυτού αμαρτίαν 12είδον άνδρα δόξαντα παρ΄ εαυτώ σοφόν είναι ελπίδα μέντοι έσχε μάλλον άφρων αυτού 13λέγει οκνηρός αποστελλόμενος εις οδόν λέων εν ταις οδοίς εν δε ταις πλατείαις φονευταί 14ώσπερ θύρα στρέφεται επί του στρόφιγγος ούτως οκνηρός επί της κλίνης αυτού 15κρύψας οκνηρός την χείρα εν τω κόλπω αυτού ου δύναται επενεγκείν επί το στόμα 16σοφώτερος εαυτώ οκνηρός φαίνεται του εν πλησμονή αποκομίζοντος αγγελίαν 17ώσπερ ο κρατών κέρκου κυνός ούτως ο προεστώς αλλοτρίας κρίσεως 18ώσπερ οι ιώμενοι προβάλλουσι λόγους εις ανθρώπους ο δε απαντήσας τω λόγω πρώτος υποσκελισθήσεται 19ούτως πάντες οι ενεδρεύοντες τους εαυτών φίλους όταν δε φωραθώσι λέγουσιν ότι παίζων έπραξα 20εν πολλοίς ξύλοις θάλλει πυρ όπου δε ουκ έστι δίθυμος ησυχάζει μάχη 21εσχάρα άνθραξι και ξύλα πυρί ανήρ δε λοίδορος εις ταραχήν μάχης 22λόγοι κερκώπων μαλακοί ούτοι δε τύπτουσιν εις ταμιεία σπλάγχνων 23αργύριον διδόμενον μετά δόλου ώσπερ όστρακον ηγητέον χείλη λεία καρδίαν καλύπτει λυπηράν 24χείλεσι πάντα επινεύει αποκλαιόμενος εχθρός εν δε τη καρδία τεκταίνεται δόλους 25εάν σου δεήται ο εχθρός μεγάλη τη φωνή μη πεισθής αυτώ επτά γαρ εισι πονηρίαι εν τη καρδία αυτού 26ο κρύπτων έχθραν συνίστησι δόλον εκκαλύπτει δε τας εαυτού αμαρτίας εύγνωστος εν συνεδρίω 27ο ορύσσων βόθρον τω πλησίον εμπεσείται εις αυτόν ο δε κυλίων λίθον εφ΄ εαυτόν κυλίει 28γλώσσα ψευδής μισεί αλήθειαν στόμα δε άστεγον ποιεί ακαταστασίαν
Copyright information for ABPGRK