Proverbs 6

CHAPTER 6

Surety for Fools

1υιέ εάν εγγυήση σον φίλον παραδώσεις σην χείρα εχθρώ 2παγίς γαρ ισχυρά ανδρί τα ίδια χείλη και αλίσκεται ρήμασιν ιδίου στόματος 3ποίει υιέ α εγώ σοι εντέλλομαι και σώζου ήκεις γαρ εις χείρας κακών διά σον φίλον ίσθι μη εκλυόμενος παρόξυνε δε και τον φίλον σου ον εγεγγυήσω

Laziness

4μη δως ύπνον σοις όμμασι μηδέ επινυστάξης σοις βλεφάροις 5ίνα σώζη ώσπερ δορκάς εκ βρόχων και ώσπερ όρνεον εκ παγίδος 6ίθι προς τον μύρμηκα ω οκνηρέ και ζήλωσον ιδών τας οδούς αυτού και γενού εκείνου σοφώτερος 7εκείνω γαρ γεωργίου μη υπάρχοντος μηδέ τον αναγκάζοντα έχων μηδέ υπό δεσπότην ων 8ετοιμάζεται θέρους την τροφήν πολλήν τε εν τω αμητώ ποιείται την παράθεσιν 9έως τίνος οκνηρέ κατάκεισαι πότε δε εξ ύπνου εγερθήση 10ολίγον μεν υπνοίς ολίγον δε κάθησαι μικρόν δε νυστάζεις ολίγον δε εναγκαλίζη χερσί στήθη 11ειτ΄ εμπαραγίνεταί σοι ώσπερ κακός οδοιπόρος η πενία και η ένδεια ώσπερ αγαθός δρομεύς

Attributes of a Fool

12ανήρ άφρων και παράνομος πορεύσεται οδούς ουκ αγαθάς 13ο δε αυτός εννεύει οφθαλμώ σημαίνει δε ποδί διδάσκει δε νεύμασι δακτύλων 14διεστραμμένη δε καρδία τεκταίνεται κακά εν παντί καιρώ ο τοιούτος ταραχάς συνίστησι πόλει 15διά τούτο εξαπίνης έρχεται η απώλεια αυτού διακοπή και συντριβή ανίατος 16ότι χαίρει πάσιν οις μισεί ο κύριος συντρίβεται δε δι΄ ακαθαρσίαν ψυχής 17οφθαλμός υβριστού γλώσσα άδικος χείρες εκχέουσαι αίμα δίκαιον 18και καρδία τεκταινομένη λογισμούς κακούς και πόδες επισπεύδοντες κακοποιείν 19εκκαίει ψευδή μάρτυς άδικος και επιπέμπει κρίσεις αναμέσον αδελφών

Guard Parental Advice

20υιέ φύλασσε νόμους πατρός σου και μη απώση θεσμούς μητρός σου 21άφαψαι δε αυτούς επί ση ψυχή διαπαντός και εγκλοίωσαι περί σω τραχήλω 22ηνίκα αν περιπατής επάγου αυτήν και μετά σου έστω ως δ΄ αν καθεύδης φυλασσέτω σε ίνα εγειρομένω συλλαλή σοι 23ότι λύχνος εντολή νόμου και φως και οδός ζωής και έλεγχος και παιδεία

Guard from Adultery

24του διαφυλάσσειν σε από γυναικός υπάνδρου και από διαβολής γλώσσης αλλοτρίας 25υιέ μη σε νικήση κάλλους επιθυμία μηδέ αγρευθής σοις οφθαλμοίς μηδέ συναρπασθής από των αυτής βλεφάρων 26τιμή γαρ πόρνης όση και ενός άρτου γυνή δε ανδρών τιμίας ψυχάς αγρεύει 27αποδήσει τις πυρ εν κόλπω τα δε ιμάτια ου κατακαύσει 28η περιπατήσει τις επ΄ ανθράκων πυρός τους δε πόδας ου κατακαύσει 29ούτως ο εισελθών προς γυναίκα ύπανδρον ουκ αθωωθήσεται ουδέ πας ο απτόμενος αυτής 30ου θαυμαστόν εάν αλώ τις κλέπτων κλέπτει γαρ ίνα εμπλήση ψυχήν πεινώσαν 31εάν δε αλώ αποτίσει επταπλάσια και πάντα τα υπάρχοντα αυτού δους ρύσεταί εαυτόν 32ο δε μοιχός δι΄ ένδειαν φρενών απώλειαν τη ψυχή αυτού περιποιείται 33οδύνας τε και ατιμίας υποφέρει το δε όνειδος αυτού ουκ εξαλειφθήσεται εις τον αιώνα 34μεστός γαρ ζήλου θυμός ανδρός αυτής ου φείσεται εν ημέρα κρίσεως 35ουκ ανταλλάξεται ουδενός λύτρου την έχθραν ουδέ μη διαλυθή πολλών δώρων
Copyright information for ABPGRK