Psalms 101

PSALM 101

Mercy and Judgment

ψαλμός τω Δαυίδ

1έλεον και κρίσιν άσομαί σοι κύριε 2ψαλώ και συνήσω εν οδώ αμώμω πότε ήξεις προς με διεπορευόμην εν ακακία καρδίας μου εν μέσω του οίκου μου 3ου προεθέμην προ οφθαλμών μου πράγμα παράνομον ποιούντας παραβάσεις εμίσησα 4ουκ εκολλήθη μοι καρδία σκαμβή εκκλίνοντος απ΄ εμού του πονηρού ουκ εγίνωσκον 5τον καταλαλούντα λάθρα των πλησίον αυτού τούτον εξεδίωκον υπερηφάνω οφθαλμώ και απλήστω καρδία τούτω ου συνήσθιον 6οι οφθαλμοί μου επί τους πιστούς της γης του συγκαθήσθαι αυτούς μετ΄ εμού πορευόμενος εν οδώ αμώμω ούτός μοι ελειτούργει 7ου κατώκει εν μέσω της οικίας μου ποιών υπερηφανίαν λαλών άδικα ου κατεύθυνεν ενώπιον των οφθαλμών μου 8εις τας πρωϊας απέκτενον πάντας τους αμαρτωλούς της γης του εξολοθρεύσαι εκ πόλεως κυρίου πάντας τους εργαζομένους την ανομίαν
Copyright information for ABPGRK