Psalms 139

PSALM 139

The LORD Knows His Creation

εις το τέλος τω Δαυίδ ψαλμος

1κύριε εδοκίμασάς με και έγνως με 2συ έγνως την καθέδραν μου και την έγερσίν μου συ συνήκας τους διαλογισμούς μου από μακρόθεν 3την τρίβον μου και την σχοίνόν μου εξιχνίασας και πάσας τας οδούς μου προείδες 4ότι ουκ έστι δόλος εν γλώσση μου ιδού κύριε συ έγνως πάντα 5τα έσχατα και τα αρχαία συ έπλασάς με και έθηκας επ΄ εμέ την χείρά σου 6εθαυμαστώθη η γνώσίς σου εξ εμού εκραταιώθη ου μη δύνωμαι προς αυτήν 7που πορευθώ από του πνεύματός σου και από του προσώπου σου που φύγω 8εάν αναβώ εις τον ουρανόν συ εκεί ει εάν καταβώ εις τον άδην πάρει 9εάν αναλάβοιμι τας πτέρυγάς μου κατ΄ όρθρον και κατασκνηώσω εις τα έσχατα της θαλάσσης 10και γαρ εκεί η χειρ σου οδηγήσει με και καθέξει με η δεξιά σου 11και είπα άρα σκότος καταπατήσει με και νυξ φωτισμός εν τη τρυφή μου 12ότι σκότος ου σκοτισθήσεται από σου και νυξ ως ημέρα φωτισθήσεται ως το σκότος αυτής ούτως και το φως αυτής 13ότι συ εκτήσω τους νεφρούς μου αντελάβου μου εκ γαστρός μητρός μου 14εξομολογήσομαί σοι ότι φοβερώς εθαυμαστώθης θαυμάσια τα έργα σου και η ψυχή μου γινώσκει σφόδρα 15ουκ εκρύβη το οστούν μου από σου ο εποίησας εν κρυφή και η υπόστασίς μου εν τοις κατωτάτοις της γης 16ακατέργαστόν μου είδον οι οφθαλμοί σου και επί το βιβλίον σου πάντες γραφήσονται ημέραι πλασθήσονται και ουθείς εν αυτοίς 17εμοί δε λίαν ετιμήθησαν οι φίλοι σου ο θεός λίαν εκραταιώθησαν αι αρχαί αυτών 18εξαριθμήσομαι αυτούς και υπέρ άμμον πληθυνθήσονται εξηγέρθην και έτι ειμί μετά σου 19εάν αποκτείνης αμαρτωλούς ο θεός άνδρες αιμάτων εκκλίνατε απ΄ εμού 20ότι ερείς εις διαλογισμούς λήψονται εις ματαιότητα τας πόλεις σου 21ουχί τους μισούντάς σε κύριε εμίσησα και επί τους εχθρούς σου εξετηκόμην 22τέλειον μίσος εμίσουν αυτούς εις εχθρούς εγένοντό μοι 23δοκίμασόν με ο θεός και γνώθι την καρδίαν μου ετασόν με και γνώθι τας τρίβους μου 24και ίδε ει οδός ανομίας εν εμοί και οδήγησόν με εν οδώ αιωνία
Copyright information for ABPGRK