Psalms 44

PSALM 44

God is Our Deliverer

εις το τέλος τοις υιοίς Κορέ εις σύνεσιν

1ο θεός εν τοις ωσίν ημών ηκούσαμεν και οι πατέρες ημών ανήγγειλαν ημίν έργον ο ειργάσω εν ταις ημέραις αυτών εν ημέραις αρχαίαις 2η χειρ σου έθνη εξωλόθρευσε και κατεφύτευσας αυτούς εκάκωσας λαούς και εξέβαλες αυτούς 3ου γαρ εν τη ρομφαία αυτών εκληρονόμησαν γην και ο βραχίων αυτών ουκ έσωσεν αυτούς αλλ΄ η δεξιά σου και ο βραχίων σου και ο φωτισμός του προσώπου σου ότι ευδόκησας εν αυτοίς 4συ ει αυτός ο βασιλεύς μου και ο θεός μου ο εντελλόμενος τας σωτηρίας Ιακώβ 5εν σοι τους εχθρούς ημών κερατιούμεν και εν τω ονόματί σου εξουδενώσομεν τους επανισταμένους ημίν 6ου γαρ επί τω τόξω μου ελπιώ και η ρομφαία μου ου σώσει με 7έσωσας γαρ ημάς εκ των θλιβόντων ημάς και τους μισούντας ημάς κατήσχυνας 8εν τω θεώ επαινεθησόμεθα όλην την ημέραν και εν τω ονόματί σου εξομολογησόμεθα εις τον αιώνα 9νυνί δε απώσω και κατήσχυνας ημάς και ουκ εξελεύση ο θεός εν ταις δυνάμεσιν ημών 10απέστρεψας ημάς εις τα οπίσω παρά τους εχθρούς ημών και οι μισούντες ημάς διήρπαζον εαυτοίς 11έδωκας ημάς ως πρόβατα βρώσεως και εν τοις έθνεσι διέσπειρας ημάς 12απέδου τον λαόν σου άνευ τιμής και ουκ ην πλήθος εν τοις αλαλάγμασιν αυτών 13έθου ημάς όνειδος τοις γείτοσιν ημών μυκτηρισμόν και χλευασμόν τοις κύκλω ημών 14έθου ημάς εις παραβολήν εν τοις έθνεσι κίνησιν κεφαλής εν τοις λαοίς 15όλην την ημέραν η εντροπή μου κατεναντίον μου εστί και η αισχύνη του προσώπου μου εκάλυψέ με 16από φωνής ονειδίζοντος και παραλαλούντος από προσώπου εχθρού και εκδιώκοντος 17ταύτα πάντα ήλθεν εφ΄ ημάς και ουκ επελαθόμεθά σου και ουκ ηδικήσαμεν εν διαθήκη σου 18και ουκ απέστη εις τα οπίσω η καρδία ημών και εξέκλινας τας τρίβους ημών από της οδού σου 19ότι εταπείνωσας ημάς εν τόπω κακώσεως και επεκάλυψεν ημάς σκιά θανάτου 20ει επελαθόμεθα του ονόματος του θεού ημών και ει διεπετάσαμεν χείρας ημών προς θεόν αλλότριον 21ουχί ο θεός εκζητήσει ταύτα αυτός γαρ γινώσκει τα κρύφια της καρδίας 22ότι ένεκά σου θανατούμεθα όλην την ημέραν ελογίσθημεν ως πρόβατα σφαγής 23εξεγέρθητι ινατί υπνοίς κύριε ανάστηθι και μη απώση εις τέλος 24ινατί το πρόσωπόν σου αποστρέφεις επιλανθάνη της πτωχείας ημών και της θλίψεως ημών 25ότι εταπεινώθη εις χούν η ψυχή ημών εκολλήθη εις γην η γαστήρ ημών 26ανάστα κύριε βοήθησον ημίν και λύτρωσαι ημάς ένεκεν του ονόματός σου
Copyright information for ABPGRK