Psalms 71

PSALM 71

The LORD is Our Endurance

τω Δαυιδ ψαλμός των υιών Ιωναδάβ και των πρώτως αιχμαλωτισθέντων

1επί σοι κύριε ήλπισα μη καταισχυνθείην εις τον αιώνα 2εν τη δικαιοσύνη σου ρύσαί με και εξελού με κλίνον προς με το ους σου και σώσόν με 3γενού μοι εις θεόν υπερασπιστήν και εις τόπον οχυρόν του σώσαί με ότι στερέωμά μου και καταφυγή μου ει συ 4ο θεός μου ρύσαί με εκ χειρός αμαρτωλού εκ χειρός παρανομούντος και αδικούντος 5ότι συ ει η υπομονή μου κύριε κύριε η ελπίς μου εκ νεότητός μου 6επί σε επεστηρίχθην από γαστρός εκ κοιλίας μητρός μου συ μου ει σκεπαστής εν σοι η ύμνησίς μου διαπαντός 7ωσεί τέρας εγενήθην τοις πολλοίς και συ βοηθός μου κραταιός 8πληρωθήτω το στόμα μου αινέσεως όπως υμνήσω την δόξαν σου όλην την ημέραν την μεγαλοπρέπειάν σου 9μη απορρίψης με εις καιρόν γήρους εν τω εκλείπειν την ισχύν μου μη εγκαταλίπης με

Make The LORD Known to Each Generation

10ότι είπον οι εχθροί μου εμοί και οι φυλάσσοντες την ψυχήν μου εβουλεύσαντο επιτοαυτό 11λέγοντες ο θεός εγκατέλιπεν αυτόν καταδιώξατε και καταλάβετε αυτόν ότι ουκ έστιν ο ρυόμενος 12ο θεός μου μη μακρύνης απ΄ εμού ο θεός μου εις την βοήθειάν μου πρόσχες 13αισχυνθήτωσαν και εκλιπέτωσαν οι ενδιαβάλλοντες την ψυχήν μου περιβαλλέσθωσαν αισχύνην και εντροπήν οι ζητούντες τα κακά μοι 14εγώ δε διαπαντός ελπιώ επί σε και προσθήσω επί πάσαν την αίνεσίν σου 15το στόμα μου αναγγελεί την δικαιοσύνην σου όλην την ημέραν την σωτηρίαν σου ότι ουκ έγνων γραμματείας 16εισελεύσομαι εν δυναστεία κυρίου κύριε μνησθήσομαι της δικαιοσύνης σου μόνου 17εδίδαξάς με ο θεός εκ νεότητός μου και μέχρι του νυν απαγγελώ τα θαυμάσιά σου 18και έως γήρους και πρεσβείου ο θεός μου μη εγκαταλίπης με έως αν απαγγειλώ τον βραχίονά σου τη γενεά πάση τη ερχομένη 19την δυναστείαν σου και την δικαιοσύνην σου ο θεός έως των υψίστων α εποίησάς μοι μεγαλεία ο θεός τις όμοιός σοι 20όσας έδειξάς μοι θλίψεις πολλάς και κακάς και επιστρέψας εζωοποίησάς με και εκ των αβύσσων της γης ανήγαγές με 21επλεόνασας επ΄ εμέ την μεγαλωσύνην σου και επιστρέψας παρεκάλεσάς με και εκ των αβύσσων της γης πάλιν ανήγαγές με 22και γαρ εγώ εξομολογήσομαί σοι εν λαοίς κύριε εν σκεύει ψαλμού την αλήθειαν σου ο θεός ψαλώ σοι εν κιθάρα ο άγιος του Ισραήλ 23αγαλλιάσονται τα χείλη μου όταν ψαλώ σοι και η ψυχή μου ην ελυτρώσω 24έτι δε και η γλωσσά μου όλην την ημέραν μελετήσει την δικαιοσύνην σου όταν αισχυνθώσι και εντραπώσιν οι ζητούντες τα κακά μοι
Copyright information for ABPGRK