Psalms 92

PSALM 92

The Most High is Just

ψαλμός ωδής εις την ημέραν του σαββάτου

1αγαθόν το εξομολογείσθαι τω κυρίω και ψάλλειν τω ονόματί σου ύψιστε 2του αναγγέλλειν τοπρωϊ το έλεός σου και την αλήθειάν σου κατά νύκτα 3εν δεκαχόρδω ψαλτηρίω μετ΄ ωδής εν κιθάρα 4ότι εύφρανάς με κύριε εν τω ποιήματί σου και εν τοις έργοις των χειρών σου αγαλλιάσομαι 5ως εμεγαλύνθη τα έργα σου κύριε σφόδρα εβαθύνθησαν οι διαλογισμοί σου 6ανήρ άφρων ου γνώσεται και ασύνετος ου συνήσει ταύτα 7εν τω ανατείλαι τους αμαρτωλούς ωσεί χόρτον και διέκυψαν πάντες οι εργαζόμενοι την ανομίαν όπως αν εξολοθρευθώσιν εις τον αιώνα του αιώνος 8συ δε ύψιστος εις τον αιώνα κύριε 9ότι ιδού οι εχθροί σου κύριε ότι ιδού οι εχθροί σου απολούνται και διασκορπισθήσονται πάντες οι εργαζόμενοι την ανομίαν 10και υψωθήσεται ως μονοκέρωτος το κέρας μου και το γήράς μου εν ελαίω πίονι 11και επείδεν ο οφθαλμός μου εν τοις εχθροίς μου και εν τοις επανισταμένοις επ΄ εμέ πονηρευομένοις ακούσεται το ους μου 12δίκαιος ως φοίνιξ ανθήσει ωσεί κέδρος η εν τω Λιβάνω πληθυνθήσεται 13πεφυτευμένοι εν τω οίκω κυρίου εν ταις αυλαίς του θεού ημών εξανθήσουσιν 14έτι πληθυνθήσονται εν γήρει πίονι και ευπαθούντες έσονται του αναγγείλαι 15ότι ευθής κύριος ο θεός ημών και ουκ έστιν αδικία εν αυτώ
Copyright information for ABPGRK