Psalms 94

PSALM 94

The LORD Recompenses Evil

ψαλμός τω Δαυίδ τετράδι σαββάτου

1θεός εκδικήσεων κύριος ο θεός εκδικήσεων επαρρησιάσατο 2υψώθητι ο κρίνων την γην απόδος ανταπόδοσιν τοις υπερηφάνοις 3έως πότε αμαρτωλοί κύριε έως πότε αμαρτωλοί καυχήσονται 4φθέγξονται και λαλήσουσιν αδικίαν λαλήσουσι πάντες οι εργαζόμενοι την ανομίαν 5τον λαόν σου κύριε εταπείνωσαν και την κληρονομίαν σου εκάκωσαν 6χήραν και ορφανόν απέκτειναν και προσήλυτον εφόνευσαν 7και είπαν ουκ όψεται κύριος ουδέ συνήσει ο θεός του Ιακώβ 8σύνετε δη άφρονες εν τω λαώ και μωροί ποτέ φρονήσατε 9ο φυτεύσας το ους ουχί ακούει η ο πλάσας τον οφθαλμόν ουχί κατανοεί 10ο παιδεύων έθνη ουχί ελέγξει ο διδάσκων άνθρωπον γνώσιν 11κύριος γινώσκει τους διαλογισμούς των ανθρώπων ότι εισί μάταιοι 12μακάριος άνθρωπος ον αν παιδεύσης κύριε και εκ του νόμου σου διδάξης αυτόν 13του πραύναι αυτόν αφ΄ ημερών πονηρών έως ου ορυγή τω αμαρτωλώ βόθρος 14ότι ουκ απώσεται κύριος τον λαόν αυτού και την κληρονομίαν αυτού ουκ εγκαταλείψει 15έως ου δικαιοσύνη επιστρέψει εις κρίσιν και εχόμενοι αυτής πάντες οι ευθείς τη καρδία διάψαλμα 16τις αναστήσεταί μοι επί πονηρευομένοις η τις συμπαραστήσεταί μοι επί τοις εργαζομένοις την ανομίαν 17ει μη ότι κύριος εβοήθησέ μοι παρά βραχύ παρώκησε τω άδη η ψυχή μου 18ει έλεγον σεσάλευται ο πους μου το έλεός σου κύριε εβοήθει μοι 19κατά το πλήθος των οδυνών μου εν τη καρδία μου αι παρακλήσεις σου εύφραναν την ψυχήν μου 20μη συμπροσέσται σοι θρόνος ανομίας ο πλάσσων κόπον επί πρόσταγμα 21θηρεύσουσιν επί ψυχήν δικαίου και αίμα αθώον καταδικάσονται 22και εγένετό μοι κύριος εις καταφυγήν και ο θεός μου εις βοηθόν ελπίδος μου 23και αποδώσει αυτοίς την ανομίαν αυτών και κατά την πονηρίαν αυτών αφανιεί αυτούς κύριος ο θεός
Copyright information for ABPGRK