Psalms 1

PSALM 1

Blessed is a Man

1μακάριος ανήρ ος ουκ επορεύθη εν βουλή ασεβών και εν οδώ αμαρτωλών ουκ έστη και επί καθέδρα λοιμών ουκ εκάθισεν 2αλλ΄ η εν τω νόμω κυρίου το θέλημα αυτού και εν τω νόμω αυτού μελετήσει ημέρας και νυκτός 3και έσται ως το ξύλον το πεφυτευμένον παρά τας διεξόδους των υδάτων ο τον καρπόν αυτού δώσει εν καιρώ αυτού και το φύλλον αυτού ουκ απορρυήσεται και πάντα όσα αν ποιή κατευοδωθήσεται 4ουχ ούτως οι ασεβείς ουχ ούτως αλλ΄ η ωσεί χνούς ον εκρίπτει ο άνεμος από προσώπου της γης 5διά τούτο ουκ αναστήσονται οι ασεβείς εν κρίσει ουδέ αμαρτωλοί εν βουλή δικαίων 6ότι γινώσκει κύριος οδόν δικαίων και οδός ασεβών απολείται
Copyright information for ABPGRK