Psalms 101

PSALM 101

Mercy and Judgment

ψαλμός τω Δαυίδ

έλεον και κρίσιν άσομαί σοι κύριε ψαλώ και συνήσω εν οδώ αμώμω πότε ήξεις προς με διεπορευόμην εν ακακία καρδίας μου εν μέσω του οίκου μου ου προεθέμην προ οφθαλμών μου πράγμα παράνομον ποιούντας παραβάσεις εμίσησα ουκ εκολλήθη μοι καρδία σκαμβή εκκλίνοντος απ΄ εμού του πονηρού ουκ εγίνωσκον τον καταλαλούντα λάθρα των πλησίον αυτού τούτον εξεδίωκον υπερηφάνω οφθαλμώ και απλήστω καρδία τούτω ου συνήσθιον οι οφθαλμοί μου επί τους πιστούς της γης του συγκαθήσθαι αυτούς μετ΄ εμού πορευόμενος εν οδώ αμώμω ούτός μοι ελειτούργει ου κατώκει εν μέσω της οικίας μου ποιών υπερηφανίαν λαλών άδικα ου κατεύθυνεν ενώπιον των οφθαλμών μου εις τας πρωϊας απέκτενον πάντας τους αμαρτωλούς της γης του εξολοθρεύσαι εκ πόλεως κυρίου πάντας τους εργαζομένους την ανομίαν
Copyright information for ABPGRK