Psalms 108

PSALM 108

The LORD Delivers His Beloved

ωδή ψαλμού τω Δαυίδ

ετοίμη η καρδία μου ο θεός ετοίμη η καρδία μου άσομαι και ψαλώ εν τη δόξη μου εξεγέρθητι η δόξα μου εξεγέρθητι ψαλτήριον και κιθάρα εξεγερθήσομαι όρθρου εξομολογήσομαί σοι εν λαοίς κύριε ψαλώ σοι εν έθνεσιν ότι μέγα επάνω των ουρανών το έλεός σου και έως των νεφελών η αλήθειά σου υψώθητι επί τους ουρανούς ο θεός και επί πάσαν την γην η δόξα σου όπως αν ρυσθώσιν οι αγαπητοί σου σώσον τη δεξιά σου και επάκουσόν μου ο θεός ελάλησεν εν τω αγίω αυτού υψωθήσομαι και διαμεριώ Σίκιμα και την κοιλάδα των σκηνών διαμετρήσω εμός εστι Γαλαάδ και εμός εστι Μανασσής και Εφραϊμ αντίληψις της κεφαλής μου Ιούδας βασιλεύς μου Μωάβ λέβης της ελπίδος μου επί την Ιδουμαίαν επιβαλώ το υπόδημά μου εμοί αλλόφυλοι υπετάγησαν 10 τις απάξει με εις πόλιν περιοχής η τις οδηγήσει με έως της Ιδουμαίας 11 ουχί συ ο θεός ο απωσάμενος ημάς και ουκ εξελεύση ο θεός εν ταις δυνάμεσιν ημών 12 δος ημίν βοήθειαν εκ θλίψεως και ματαία σωτηρία ανθρώπου 13 εν τω θεώ ποιήσομεν δύναμιν και αυτός εξουδενώσει τους εχθρούς ημών
Copyright information for ABPGRK