Psalms 115

PSALM 115

The Idols

μη ημίν κύριε μη ημίν αλλ΄ η τω ονόματί σου δος δόξαν επί τω ελέει σου και τη αληθεία σου μήποτε είπωσι τα έθνη που εστιν ο θεός αυτών ο δε θεός ημών εν τω ουρανώ και εν τη γη πάντα όσα ηθέλησεν εποίησε τα είδωλα των εθνών αργύριον και χρυσίον έργα χειρών ανθρώπων στόμα έχουσι και ου λαλήσουσιν οφθαλμούς έχουσι και ουκ όψονται ώτα έχουσι και ουκ ακούσονται ρίνας έχουσι και ουκ οσφρανθήσονται χείρας έχουσι και ου ψηλαφήσουσι πόδας έχουσι και ου περιπατήσουσιν ου φωνήσουσιν εν τω λάρυγγι αυτών όμοιοι αυτοίς γένοιντο οι ποιούντες αυτά και πάντες οι πεποιθότες επ΄ αυτοίς οίκος Ισραήλ ήλπισεν επί κύριον βοηθός και υπερασπιστής αυτών εστιν 10 οίκος Ααρών ήλπισεν επί κύριον βοηθός και υπερασπιστής αυτών εστιν 11 οι φοβούμενοι τον κύριον ήλπισαν επί κύριον βοηθός και υπερασπιστής αυτών εστι 12 κύριος μνησθείς ημών ευλόγησεν ημάς ευλόγησε τον οίκον Ισραήλ ευλόγησε τον οίκον Ααρών 13 ευλόγησε τους φοβουμένους τον κύριον τους μικρούς μετά των μεγάλων 14 προσθείη κύριος εφ΄ υμάς εφ΄ υμάς και επί τους υιούς υμών 15 ευλογημένοι υμείς τω κυρίω τω ποιήσαντι τον ουρανόν και την γην 16 ο ουρανός του ουρανού τω κυρίω την δε γην έδωκε τοις υιοίς των ανθρώπων 17 ουχ οι νεκροί αινέσουσί σε κύριε ουδέ πάντες οι καταβαίνοντες εις άδου 18 αλλ΄ ημείς οι ζώντες ευλογήσομεν τον κύριον από του νυν και έως του αιώνος
Copyright information for ABPGRK