Psalms 116

PSALM 116

The LORD Listens to the Afflicted

αλληλούϊα

ηγάπησα ότι εισακούσεται κύριος της φωνής της δεήσεώς μου ότι έκλινε το ους αυτού εμοί και εν ταις ημέραις μου επικαλέσομαι περιέσχον με ωδίνες θανάτου κίνδυνοι άδου εύροσάν με θλίψιν και οδύνην εύρον και το όνομα κυρίου επεκαλεσάμην ω κύριε ρύσαι την ψυχήν μου ελεήμων ο κύριος και δίκαιος και ο θεός ημών ελεεί φυλάσσων τα νήπια ο κύριος εταπεινώθην και έσωσέ με επίστρεψον ψυχή μου εις την ανάπαυσίν σου ότι κύριος ευηργέτησέ σε ότι εξείλετο την ψυχήν μου εκ θανάτου τους οφθαλμούς μου από δακρύων και τους πόδας μου από ολισθήματος ευαρεστήσω ενώπιον κυρίου εν χώρα ζώντων 10 επίστευσα διό ελάλησα εγώ δε εταπεινώθην σφόδρα 11 εγώ δε είπα εν τη εκστάσει μου πας άνθρωπος ψεύστης 12 τι ανταποδώσω τω κυρίω περί πάντων ων ανταπέδωκέ μοι 13 ποτήριον σωτηρίου λήψομαι και το όνομα κυρίου επικαλέσομαι 14 τας ευχάς μου τω κυρίω αποδώσω εναντίον παντός του λαού αυτού 15 τίμιος εναντίον κυρίου ο θάνατος των οσίων αυτού 16 ω κύριε εγώ δούλος σος εγώ δούλος σος και υιός της παιδίσκης σου διέρρηξας τους δεσμούς μου 17 σοι θύσω θυσίαν αινέσεως και εν ονόματι κυρίου επικαλέσομαι 18 τας ευχάς μου τω κυρίω αποδώσω εναντίον παντός του λαού αυτού 19 εν αυλαίς οίκου κυρίου εν μέσω σου Ιερουσαλήμ
Copyright information for ABPGRK