Psalms 118

PSALM 118

The Mercy of The LORD is unto the Eon

αλληλούϊα

1εξομολογείσθε τω κυρίω ότι αγαθός ότι εις τον αιώνα το έλεος αυτού 2ειπάτω δη οίκος Ισραήλ ότι αγαθός ότι εις τον αιώνα το έλεος αυτού 3ειπάτω δη οίκος Ααρών ότι αγαθός ότι εις τον αιώνα το έλεος αυτού 4ειπάτωσαν δη πάντες οι φοβούμενοι τον κύριον ότι αγαθός ότι εις τον αιώνα το έλεος αυτού 5εκ θλίψεως επεκαλεσάμην τον κύριον και επήκουσέ μου εις πλατυσμόν 6κύριος εμοί βοηθός και ου φοβηθήσομαι τι ποιήσει μοι άνθρωπος 7κύριος εμοί βοηθός καγώ επόψομαι τους εχθρούς μου 8αγαθόν πεποιθέναι επί κύριον η πεποιθέναι επ΄ άνθρωπον 9αγαθόν ελπίζειν επί κύριον η ελπίζειν επ΄ άρχουσι 10πάντα τα έθνη εκύκλωσάν με και τω ονόματι κυρίου ημυνάμην αυτούς 11κυκλώσαντες εκύκλωσάν με και τω ονόματι κυρίου ημυνάμην αυτούς 12εκύκλωσάν με ωσεί μέλισσαι κηρίον και εξεκαύθησαν ως πυρ εν ακάνθαις και τω ονόματι κυρίου ημυνάμην αυτούς 13ωσθείς ανετράπην του πεσείν και ο κύριος αντελάβετό μου 14ισχύς μου και ύμνησίς μου ο κύριος και εγένετό μοι εις σωτηρίαν 15φωνή αγαλλιάσεως και σωτηρίας εν σκηναίς δικαίων δεξιά κυρίου εποίησε δύναμιν 16δεξιά κυρίου ύψωσέ με δεξιά κυρίου εποίησε δύναμιν 17ουκ αποθανούμαι αλλά ζήσομαι και διηγήσομαι τα έργα κυρίου 18παιδεύων επαίδευσέ με ο κύριος και τω θανάτω ου παρέδωκέ με 19ανοίξατέ μοι πύλας δικαιοσύνης εισελθών εν αυταίς εξομολογήσομαι τω κυρίω 20αύτη η πύλη του κυρίου δίκαιοι εισελεύσονται εν αυτή 21εξομολογήσομαί σοι ότι επήκουσάς μου και εγένου μου εις σωτηρίαν 22λίθον ον απεδοκίμασαν οι οικοδομούντες ούτος εγενήθη εις κεφαλήν γωνίας 23παρά κυρίου εγένετο αύτη και έστι θαυμαστή εν οφθαλμοίς ημών 24αύτη η ημέρα ην εποίησεν ο κύριος αγαλλιασόμεθα και ευφρανθώμεν εν αυτή 25ω κύριε σώσον δη ω κύριε ευόδωσον δη 26ευλογημένος ο ερχόμενος εν ονόματι κυρίου ευλογήκαμεν υμάς εξ οίκου κυρίου 27θεός κύριος και επέφανεν ημίν συστήσασθε εορτήν εν τοις πυκάζουσιν έως των κεράτων του θυσιαστηρίου 28θεός μου ει συ και εξομολογήσομαί σοι θεός μου ει συ και υψώσω σε εξομολογήσομαί σοι ότι επήκουσάς μου και εγένου μοι εις σωτηρίαν 29εξομολογείσθε τω κυρίω ότι αγαθός ότι εις τον αιώνα το έλεος αυτού
Copyright information for ABPGRK