Psalms 119

PSALM 119

The Law of The LORD

αλληλούϊα

μακάριοι άμωμοι εν οδώ οι πορευόμενοι εν νόμω κυρίου μακάριοι οι εξερευνώντες τα μαρτύρια αυτού εν όλη καρδία εκζητήσουσιν αυτόν ου γαρ οι εργαζόμενοι την ανομίαν εν ταις οδοίς αυτού επορεύθησαν συ ενετείλω τας εντολάς σου του φυλάξασθαι σφόδρα όφελον κατευθυνθείησαν αι οδοί μου του φυλάξασθαι τα δικαιώματά σου τότε ου μη αισχυνθώ εν τω με επιβλέπειν επί πάσας τας εντολάς σου εξομολογήσομαί σοι εν ευθύτητι καρδίας εν τω μεμαθηκέναι με τα κρίματα της δικαιοσύνης σου τα δικαιώματά σου φυλάξω μη με εγκαταλίπης έως σφόδρα εν τίνι κατορθώσει νεώτερος την οδόν αυτού εν τω φυλάξασθαι τους λόγους σου 10 εν όλη καρδία μου εξεζήτησά σε μη απώση με από των εντολών σου 11 εν τη καρδία μου έκρυψα τα λόγιά σου όπως αν μη αμάρτω σοι 12 ευλογητός ει κύριε δίδαξόν με τα δικαιώματά σου 13 εν τοις χείλεσί μου εξήγγειλα πάντα τα κρίματα του στόματός σου 14 εν τη οδώ των μαρτυρίων σου ετέρφθην ως επί παντί πλούτω 15 εν ταις εντολαίς σου αδολεσχήσω και κατανοήσω τας οδούς σου 16 εν τοις δικαιώμασί σου μελετήσω ουκ επιλήσομαι των λόγων σου 17 ανταπόδος τω δούλω σου ζήσόν με και φυλάξω τους λόγους σου 18 αποκάλυψον τους οφθαλμούς μου και κατανοήσω τα θαυμάσια εκ του νόμου σου 19 πάροικος εγώ ειμι εν τη γη μη αποκρύψης απ΄ εμού τας εντολάς σου 20 επεπόθησεν η ψυχή μου του επιθυμήσαι τα κρίματά σου εν παντί καιρώ 21 επετίμησας υπερηφάνοις επικατάρατοι οι εκκλίνοντες από των εντολών σου 22 περίελε απ΄ εμού όνειδος και εξουδένωσιν ότι τα μαρτύριά σου εξεζήτησα 23 και γαρ εκάθισαν άρχοντες και κατ΄ εμού κατελάλουν ο δε δούλός σου ηδολέσχει εν τοις δικαιώμασί σου 24 και γαρ τα μαρτύριά σου μελέτη μου εστί και αι συμβουλίαι μου τα δικαιώματά σου 25 εκολλήθη τω εδάφει η ψυχή μου ζήσόν με κατά τον λόγον σου 26 τας οδούς μου εξήγγειλα και επήκουσάς μου δίδαξόν με τα δικαιώματά σου 27 οδόν δικαιωμάτων σου συνέτισόν με και αδολεσχήσω εν τοις θαυμασίοις σου 28 ενύσταξεν η ψυχή μου από ακηδίας βεβαίωσόν με εν τοις λόγοις σου 29 οδόν αδικίας απόστησον απ΄ εμού και τω νόμω σου ελέησόν με 30 οδόν αληθείας ηρετισάμην και τα κρίματά σου ουκ επελαθόμην 31 εκολλήθην τοις μαρτυρίοις σου κύριε μη με καταισχύνης 32 οδόν εντολών σου έδραμον όταν επλάτυνας την καρδίαν μου 33 νομοθέτησόν με κύριε την οδόν των δικαιωμάτων σου και εκζητήσω αυτήν διαπαντός 34 συνέτισόν με και εξερευνήσω τον νόμον σου και φυλάξω αυτόν εν όλη καρδία μου 35 οδήγησόν με εν τη τρίβω των εντολών σου ότι αυτήν ηθέλησα 36 κλίνον την καρδίαν μου εις τα μαρτύριά σου και μη εις πλεονεξίαν 37 απόστρεψον τους οφθαλμούς μου του μη ιδείν ματαιότητα εν τη οδώ σου ζήσόν με 38 στήσον τω δούλω σου το λόγιόν σου εις τον φόβον σου 39 περίελε τον ονειδισμόν μου ον υπώπτευσα ότι τα κρίματά σου χρηστά 40 ιδού επεθύμησα τας εντολάς σου εν τη δικαιοσύνη σου ζήσόν με 41 και έλθοι επ΄ εμέ το έλεός σου κύριε το σωτήριόν σου κατά τον λόγον σου 42 και αποκριθήσομαι τοις ονειδίζουσί μοι λόγον ότι ήλπισα επί τοις λόγοις σου 43 και μη περιέλης εκ του στόματός μου λόγον αληθείας έως σφόδρα ότι επί τοις κρίμασί σου επήλπισα 44 και φυλάξω τον νόμον σου διαπαντός εις τον αιώνα και εις τον αιώνα του αιώνος 45 και επορευόμην εν πλατυσμώ ότι τας εντολάς σου εξεζήτησα 46 και ελάλουν εν τοις μαρτυρίοις σου εναντίον βασιλέων και ουκ ησχυνόμην 47 και εμελέτων εν ταις εντολαίς σου αις ηγάπησα σφόδρα 48 και ήρα τας χείράς μου προς τας εντολάς σου ας ηγάπησα και ηδολέσχουν εν τοις δικαιώμασί σου 49 μνήσθητι των λόγων σου τω δούλω σου ων επήλπισάς με 50 αύτη με παρεκάλεσεν εν τη ταπεινώσει μου ότι το λόγιόν σου έζησέ με 51 υπερήφανοι παρηνόμουν έως σφόδρα από δε του νόμου σου ουκ εξέκλινα 52 εμνήσθην των κριμάτων σου απ΄ αιώνος κύριε και παρεκλήθην 53 αθυμία κατέσχε με από αμαρτωλών των εγκαταλιμπανόντων τον νόμον σου 54 ψαλτά ήσαν μοι τα δικαιώματά σου εν τόπω παροικίας μου 55 εμνήσθην εν νυκτί του ονόματός σου κύριε και εφύλαξα τον νόμον σου 56 αύτη εγενήθη μοι ότι τα δικαιώματά σου εξεζήτησα 57 μερίς μου ει κύριε είπα του φυλάξασθαι τον νόμον σου 58 εδεήθην του προσώπου σου εν όλη καρδία μου ελέησόν με κατά το λόγιόν σου 59 διελογισάμην τας οδούς σου και επέστρεψα τους πόδας μου εις τα μαρτύριά σου 60 ητοιμάσθην και ουκ εταράχθην του φυλάξασθαι τας εντολάς σου 61 σχοινία αμαρτωλών περιεπλάκησάν μοι και του νόμου σου ουκ επελαθόμην 62 μεσονύκτιον εξεγειρόμην του εξομολογείσθαί σοι επί τα κρίματα της δικαιοσύνης σου 63 μέτοχος εγώ ειμι πάντων των φοβουμένων σε και των φυλασσόντων τας εντολάς σου 64 του ελέους σου κύριε πλήρης η γη τα δικαιώματά σου δίδαξόν με 65 χρηστότητα εποίησας μετά του δούλου σου κύριε κατά τον λόγον σου 66 χρηστότητα και παιδείαν και γνώσιν δίδαξόν με ότι ταις εντολαίς σου επίστευσα 67 προ του με ταπεινωθήναι εγώ επλημμέλησα διά τούτο το λόγιόν σου εφύλαξα 68 χρηστός ει συ κύριε και εν τη χρηστότητί σου δίδαξόν με τα δικαιώματά σου 69 επληθύνθη επ΄ εμέ αδικία υπερηφάνων εγώ δε εν όλη καρδία μου εξερευνήσω τας εντολάς σου 70 ετυρώθη ως γάλα η καρδία αυτών εγώ δε τον νόμον σου εμελέτησα 71 αγαθόν μοι ότι εταπείνωσάς με όπως αν μάθω τα δικαιώματά σου 72 αγαθός μοι ο νόμος του στόματός σου υπέρ χιλιάδας χρυσίου και αργυρίου 73 αι χείρές σου εποίησάν με και έπλασάν με συνέτισόν με και μαθήσομαι τας εντολάς σου 74 οι φοβούμενοί σε όψονταί με και ευφρανθήσονται ότι εις τους λόγους σου επήλπισα 75 έγνων κύριε ότι δικαιοσύνη τα κρίματά σου και αληθεία εταπείνωσάς με 76 γενηθήτω δη το έλεός σου του παρακαλέσαι με κατά το λόγιόν σου τω δούλω σου 77 ελθέτωσάν μοι οι οικτιρμοί σου και ζήσομαι ότι ο νόμος σου μελέτη μου εστιν 78 αισχυνθήτωσαν υπερήφανοι ότι αδίκως ηνόμησαν εις εμέ εγώ δε αδολεσχήσω εν ταις εντολαίς σου 79 επιστρεψάτωσάν με οι φοβούμενοί σε και οι γινώσκοντες τα μαρτύριά σου 80 γενηθήτω η καρδία μου άμωμος εν τοις δικαιώμασί σου όπως αν μη αισχυνθώ 81 εκλείπει εις το σωτήριόν σου η ψυχή μου εις τους λόγους σου επήλπισα 82 εξέλιπον οι οφθαλμοί μου εις το λόγιόν σου λέγοντες πότε παρακαλέσεις με 83 ότι εγενήθην ως ασκός εν πάχνη τα δικαιώματά σου ουκ επελαθόμην 84 πόσαι εισίν αι ημέραι του δούλου σου πότε ποιήσεις μοι εκ των καταδιωκόντων με κρίσιν 85 διηγήσαντό μοι παράνομοι αδολεσχίας αλλ΄ ουχ ως ο νόμος σου κύριε 86 πάσαι αι εντολαί σου αλήθεια αδίκως κατεδίωξάν με βοήθησόν μοι 87 παρά βραχύ συνετέλεσάν με εν τη γη εγώ δε ουκ εγκατέλιπον τας εντολάς σου 88 κατά το έλεός σου ζήσόν με και φυλάξω τα μαρτύρια του στόματός σου 89 εις τον αιώνα κύριε ο λόγος σου διαμένει εν τω ουρανώ 90 εις γενεάν και γενεάν η αλήθεία σου εθεμελίωσας την γην και διαμένει 91 τη διατάξει σου διαμένει ημέρα ότι τα σύμπαντα δούλα σα 92 ει μη ότι ο νόμος σου μελέτη μου εστί τότε αν απωλόμην εν τη ταπεινώσει μου 93 εις τον αιώνα ου μη επιλάθωμαι των δικαιωμάτων σου ότι εν αυτοίς έζησάς με 94 σος ειμι εγώ σώσόν με ότι τα δικαιώματά σου εξεζήτησα 95 εμέ υπέμειναν αμαρτωλοί του απολέσαι με τα μαρτύριά σου συνήκα 96 πάσης συντελείας είδον πέρας πλατεία η εντολή σου σφόδρα 97 ως ηγάπησα τον νόμον σου κύριε όλην την ημέραν μελέτη μου εστίν 98 υπέρ τους εχθρούς μου εσόφισάς με την εντολήν σου ότι εις τον αιώνα εμοί εστιν 99 υπέρ πάντας τους διδάσκοντάς με συνήκα ότι τα μαρτύριά σου μελέτη μου εστίν 100 υπέρ πρεσβυτέρους συνήκα ότι τας εντολάς σου εξεζήτησα 101 εκ πάσης οδού πονηράς εκώλυσα τους πόδας μου όπως αν φυλάξω τους λόγους σου 102 από των κριμάτων σου ουκ εξέκλινα ότι συ ενομοθέτησάς με 103 ως γλυκέα τω λάρυγγί μου τα λόγιά σου υπέρ μέλι τω στόματί μου 104 από των εντολών σου συνήκα διά τούτο εμίσησα πάσαν οδόν αδικίας 105 λύχνος τοις ποσί μου ο νόμος σου και φως ταις τρίβοις μου 106 ώμοσα και έστησα του φυλάξασθαι τα κρίματα της δικαιοσύνης σου 107 εταπεινώθην έως σφόδρα κύριε ζήσόν με κατά τον λόγον σου 108 τα εκούσια του στόματός μου ευδόκησον δη κύριε και τα κρίματά σου δίδαξόν με 109 η ψυχή μου εν ταις χερσί σου διαπαντός και του νόμου σου ουκ επελαθόμην 110 έθεντο αμαρτωλοί παγίδα μοι και εκ των εντολών σου ουκ επλανήθην 111 εκληρονόμησα τα μαρτύριά σου εις τον αιώνα ότι αγαλλίαμα της καρδίας μου εισίν 112 έκλινα την καρδίαν μου του ποιήσαι τα δικαιώματά σου εις τον αιώνα δι΄ αντάμειψιν 113 παρανόμους εμίσησα τον δε νόμον σου ηγάπησα 114 βοηθός μου και αντιλήπτωρ μου ει συ εις τους λόγους σου επήλπισα 115 εκκλίνατε απ΄ εμού πονηρευόμενοι και εξερευνήσω τας εντολάς του θεού μου 116 αντιλαβού μου κατά το λόγιόν σου και ζήσόν με και μη καταισχύνης με από της προσδοκίας μου 117 βοήθησόν μοι και σωθήσομαι και μελετήσω εν τοις δικαιώμασί σου διαπαντός 118 εξουδένωσας πάντας τους αποστατούντας από των δικαιωμάτων σου ότι άδικον το ενθύμημα αυτών 119 παραβαίνοντας ελογισάμην πάντας τους αμαρτωλούς της γης διά τούτο ηγάπησα τα μαρτύριά σου 120 καθήλωσον εκ του φόβου σου τας σάρκας μου από γαρ των κριμάτων σου εφοβήθην 121 εποίησα κρίμα και δικαιοσύνην μη παραδώς με τοις αδικούσί με 122 έκδεξαι τον δούλον σου εις αγαθόν μη συκοφαντησάτωσάν με υπερήφανοι 123 οι οφθαλμοί μου εξέλιπον εις το σωτήριόν σου και εις το λόγιον της δικαιοσύνης σου 124 ποίησον μετά του δούλου σου κατά το έλεός σου και τα δικαιώματά σου δίδαξόν με 125 δουλός σου ειμί εγώ συνέτισόν με και γνώσομαι τα μαρτύριά σου 126 καιρός του ποιήσαι τω κυρίω διεσκέδασαν τον νόμον σου 127 διά τούτο ηγάπησα τας εντολάς σου υπέρ χρυσίον και τοπάζιον 128 διά τούτο προς πάσας τας εντολάς σου κατωρθούμην πάσαν οδόν άδικον εμίσησα 129 θαυμαστά τα μαρτυριά σου διά τούτο εξηρεύνησεν αυτά η ψυχή μου 130 η δήλωσις των λόγων σου φωτιεί και συνετιεί νηπίους 131 το στόμα μου ήνοιξα και είλκυσα πνεύμα ότι τας εντολάς σου επεπόθουν 132 επίβλεψον επ΄ εμέ και ελέησόν με κατά το κρίμα των αγαπώντων το όνομά σου 133 τα διαβήματά μου κατεύθυνον κατά το λόγιόν σου και μη κατακυριευσάτω μου πάσα ανομία 134 λύτρωσαί με από συκοφαντίας ανθρώπων και φυλάξω τας εντολάς σου 135 το πρόσωπόν σου επίφανον επί τον δούλόν σου και δίδαξόν με τα δικαιώματά σου 136 διεξόδους υδάτων κατέβησαν οι οφθαλμοί μου επεί ουκ εφύλαξα τον νόμον σου 137 δίκαιος ει κύριε και ευθείς αι κρίσεις σου 138 ενετείλω δικαιοσύνην τα μαρτύριά σου και αλήθειαν σφόδρα 139 εξέτηξέ με ο ζήλός σου ότι επελάθοντο των λόγων σου οι εχθροί μου 140 πεπυρωμένον το λόγιόν σου σφόδρα και ο δούλός σου ηγάπησεν αυτό 141 νεώτερος εγώ ειμι και εξουδενωμένος τα δικαιώματά σου ουκ επελαθόμην 142 η δικαιοσύνη σου δικαιοσύνη εις τον αιώνα και ο νόμος σου αλήθεια 143 θλίψεις και ανάγκαι εύροσάν με εντολαί σου μελέτη μου 144 δικαιοσύνη τα μαρτύριά σου εις τον αιώνα συνέτισόν με και ζήσομαι 145 εκέκραξα εν όλη καρδία μου επάκουσόν μου κύριε τα δικαιώματά σου εκζητήσω 146 εκέκραξά σοι σώσόν με και φυλάξω τα μαρτύριά σου 147 προέφθασα εν αωρία και εκέκραξα εις τους λόγους σου επήλπισα 148 προέφθασαν οι οφθαλμοί μου προς όρθρον του μελετάν τα λόγιά σου 149 της φωνής μου άκουσον κύριε κατά το έλεός σου κατά το κρίμά σου ζήσόν με 150 προσήγγισαν οι καταδιώκοντές με ανομία από δε του νόμου σου εμακρύνθησαν 151 εγγύς ει κύριε και πάσαι αι οδοί σου αλήθεια 152 κατ΄ αρχάς έγνων εκ των μαρτυρίων σου ότι εις τον αιώνα εθεμελίωσας αυτά 153 ίδε την ταπείνωσίν μου και εξελού με ότι του νόμου σου ουκ επελαθόμην 154 κρίνον την κρίσιν μου και λύτρωσαί με διά τον λόγον σου ζήσόν με 155 μακράν από αμαρτωλών σωτηρία ότι τα δικαιώματά σου ουκ εξεζήτησαν 156 οι οικτιρμοί σου πολλοί κύριε κατά το κρίμά σου ζήσόν με 157 πολλοί οι εκδιώκοντές με και θλίβοντές με εκ των μαρτυρίων σου ουκ εξέκλινα 158 είδον ασυνετούντας και εξετηκόμην ότι τα λόγιά σου ουκ εφυλάξαντο 159 ίδε ότι τας εντολάς σου ηγάπησα κύριε εν τω ελέει σου ζήσόν με 160 αρχή των λόγων σου αλήθεια και εις τον αιώνα πάντα τα κρίματα της δικαιοσύνης σου 161 άρχοντες κατεδίωξάν με δωρεάν και από των λόγων σου εδειλίασεν η καρδία μου 162 αγαλλιάσομαι εγώ επί τα λόγιά σου ως ο ευρίσκων σκύλα πολλά 163 αδικίαν εμίσησα και εβδελυξάμην τον δε νόμον σου ηγάπησα 164 επτάκις της ημέρας ήνεσάσε σε επί τα κρίματα της δικαιοσύνης σου 165 ειρήνη πολλή τοις αγαπώσι τον νόμον σου και ουκ έστιν αυτοις σκάνδαλον 166 προσεδόκων το σωτήριόν σου κύριε και τας εντολάς σου ηγάπησα 167 εφύλαξεν η ψυχή μου τα μαρτύριά σου και ηγάπησεν αυτά σφόδρα 168 εφύλαξα τας εντολάς σου και τα μαρτύριά σου ότι πάσαι αι οδοί μου εναντίον σου κύριε 169 εγγισάτω η δέησίς μου ενώπιόν σου κύριε κατά το λόγιόν σου συνέτισόν με 170 εισέλθοι το αξίωμα μου ενώπιόν σου κύριε κατά το λόγιόν σου ρύσαί με 171 εξερεύξαιντο τα χείλη μου ύμνον όταν διδάξης με τα δικαιώματά σου 172 φθέγξαιτο η γλώσσά μου τα λόγιά σου ότι πάσαι αι εντολαί σου δικαιοσύνη 173 γενέσθω η χειρ σου του σώσαί με ότι τας εντολάς σου ηρετισάμην 174 επεπόθησα το σωτήριόν σου κύριε και ο νόμος σου μελέτη μου εστί 175 ζήσεται η ψυχή μου και αινέσει σε και τα κρίματά σου βοηθήσει μοι 176 επλανήθην ως πρόβατον απολωλός ζήτησον τον δούλον σου ότι τας εντολάς σου ουκ επελαθόμην
Copyright information for ABPGRK