Psalms 122

PSALM 122

Confess the Name of The LORD

ωδή των αναβαθμών

1ευφράνθην επί τοις ειρηκόσι μοι εις οίκον κυρίου πορευσόμεθα 2εστώτες ήσαν οι πόδες ημών εν ταις αυλαίς σου Ιερουσαλήμ 3Ιερουσαλήμ οικοδομουμένη ως πόλις ης η μετοχή αυτής επιτοαυτό 4εκεί γαρ ανέβησαν αι φυλαί φυλαί κυρίου μαρτύριον του Ισραήλ του εξομολογήσασθαι τω ονόματι κυρίου 5ότι εκεί εκάθισαν θρόνοι εις κρίσιν θρόνοι επί οίκον Δαυίδ 6ερωτήσατε δη τα εις ειρήνην την Ιερουσαλήμ και ευθηνία τοις αγαπώσί σε 7γενέσθω ειρήνη εν τη δυνάμει σου και ευθηνία εν ταις πυργοβάρεσί σου 8ένεκα των αδελφών μου και των πλησίον μου ελάλουν δη ειρήνην περί σου 9ένεκα του οίκου κυρίου του θεού ημών εξεζήτησα αγαθά σοι
Copyright information for ABPGRK