Psalms 124

PSALM 124

Our Help is in the Name of The LORD

ωδή των αναβαθμών

1ει μη ότι κύριος ην εν ημίν ειπάτω δη Ισραήλ 2ει μη ότι κύριος ην εν ημίν εν τω επαναστήναι ανθρώπους εφ΄ ημάς 3άρα ζώντας αν κατέπιον ημάς εν τω οργισθήναι τον θυμόν αυτού εφ΄ ημάς 4άρα το ύδωρ αν κατεπόντισεν ημάς χείμαρρον διήλθεν η ψυχή ημών 5άρα διήλθεν η ψυχή ημών το ύδωρ το ανυπόστατον 6ευλογητός κύριος ος ουκ έδωκεν ημάς εις θήραν τοις οδούσιν αυτών 7η ψυχή ημών ως στρουθίον ερρύσθη εκ της παγίδος των θηρευόντων η παγίς συνετρίβη και ημείς ερρύσθημεν 8η βοήθεια ημών εν ονόματι κυρίου του ποιήσαντος του ουρανόν και την γην
Copyright information for ABPGRK