Psalms 126

PSALM 126

The LORD Returns the Captivity

ωδή των αναβαθμών

1εν τω επιστρέψαι κύριον την αιχμαλωσίαν Σιών εγενήθημεν ωσεί παρακεκλημένοι 2τότε επλήσθη χαράς το στόμα ημών και η γλώσσα ημών αγαλλιάσεως τότε ερούσιν εν τοις έθνεσιν εμεγάλυνε κύριος του ποιήσαι μετ΄ αυτών 3εμεγάλυνε κύριος του ποιήσαι μετ΄ ημών εγενήθημεν ευφραινόμενοι 4επίστρεψον κύριε την αιχμαλωσίαν ημών ως χειμάρρους εν τω νότω 5οι σπείροντες εν δάκρυσιν εν αγαλλιάσει θεριούσι 6πορευόμενοι επορεύοντο και έκλαιον βάλλοντες τα σπέρματα αυτών ερχόμενοι δε ήξουσιν εν αγαλλιάσει αίροντες τα δράγματα αυτών
Copyright information for ABPGRK