Psalms 129

PSALM 129

The LORD is Just

ωδή των αναβαθμών

πλεονάκις επολέμησάν με εκ νεότητός μου ειπάτω δη Ισραήλ πλεονάκις επολέμησάν με εκ νεότητός μου και γαρ ουκ ηδυνήθησάν μοι επί τον νώτόν μου ετέκταινον οι αμαρτωλοί εμάκρυναν την ανομίαν αυτών κύριος δίκαιος συνέκοψεν αυχένας αμαρτωλών αισχυνθήτωσαν και αποστραφήτωσαν εις τα οπίσω πάντες οι μισούντες Σιών γενηθήτωσαν ωσεί χόρτος δωμάτων ος προ του εκσπασθήναι εξηράνθη ου ουκ επλήρωσε την χείρα αυτού ο θερίζων και τον κόλπον αυτού ο τα δράγματα συλλέγων και ουκ είπαν οι παράγοντες ευλογία κυρίου εφ΄ υμάς ευλογήκαμεν υμάς εν ονόματι κυρίου
Copyright information for ABPGRK