Psalms 13

PSALM 13

The LORD Listens to the Afflicted

εις το τέλος ψαλμός τω Δαυίδ

έως πότε κύριε επιλήση μου εις τέλος έως πότε αποστρέφεις το πρόσωπόν σου απ΄ εμού έως τίνος θήσομαι βουλάς εν ψυχή μου οδύνας εν καρδία μου ημέρας και νυκτός έως πότε υψωθήσεται ο εχθρός μου επ΄ εμέ επίβλεψον εισάκουσόν μου κύριε ο θεός μου φώτισον τους οφθαλμούς μου μήποτε υπνώσω εις θάνατον μήποτε είποι ο εχθρός μου ίσχυσα προς αυτόν οι θλίβοντές με αγαλλιάσονται εάν σαλευθώ εγώ δε επί τω ελέει σου ήλπισα αγαλλιάσεται η καρδία μου επι τω σωτηρίω σου άσω τω κυρίω τω ευεργετήσαντί με και ψαλώ τω ονόματι κυρίου του υψίστου
Copyright information for ABPGRK