Psalms 132

PSALM 132

The LORD Chose Zion

ωδή των αναβαθμών

1μνήσθητι κύριε του Δαυίδ και πάσης της πραότητος αυτού 2ως ώμοσε τω κυρίω ηύξατο τω θεώ Ιακώβ 3ει εισελεύσομαι εις σκήνωμα οίκου μου ει αναβήσομαι επί κλίνης στρωμνής μου 4ει δώσω ύπνον τοις οφθαλμοίς μου και τοις βλεφάροις μου νυσταγμόν και ανάπαυσιν τοις κροτάφοις μου 5έως ου εύρω τόπον τω κυρίω σκήνωμα τω θεώ Ιακώβ 6ιδού ηκούσαμεν αυτήν εν Εφραθά εύρομεν αυτήν εν τοις πεδίοις του δρυμού 7εισελευσώμεθα εις τα σκηνώματα αυτού προσκυνήσωμεν εις τον τόπον ου έστησαν οι πόδες αυτού 8ανάστηθι κύριε εις την ανάπαυσίν σου συ και η κιβωτός του αγιάσματός σου 9οι ιερείς σου ενδύσονται δικαιοσύνην και οι όσιοί σου αγαλλιάσονται 10ένεκεν Δαυίδ του δούλου σου μη αποστρέψης το πρόσωπον του χριστού σου 11ώμοσε κύριος τω Δαυίδ αλήθειαν και ου μη αθετήσει αυτήν εκ καρπού της κοιλίας σου θήσομαι επί του θρόνου σου 12εάν φυλάξωνται οι υιοί σου την διαθήκην μου και τα μαρτύριά μου ταύτα α διδάξω αυτούς και οι υιοί αυτών έως του αιώνος καθιούνται επί του θρόνου σου 13ότι εξελέξατο κύριος την Σιών ηρετίσατο αυτήν εις κατοικίαν εαυτώ 14αύτη η κατάπαυσίς μου εις αιώνα αιώνος ώδε κατοικήσω ότι ηρετισάμην αυτήν 15την θήραν αυτής ευλογών ευλογήσω τους πτωχούς αυτής χορτάσω άρτων 16τους ιερείς αυτής ενδύσω σωτηρίαν και οι όσιοι αυτής αγαλλιάσει αγαλλιάσονται 17εκεί εξανατελώ κέρας τω Δαυίδ ητοίμασα λύχνον τω χριστώ μου 18τους εχθρούς αυτού ενδύσω αισχύνην επί δε αυτόν εξανθήσει το αγίασμά μου
Copyright information for ABPGRK