Psalms 139

PSALM 139

The LORD Knows His Creation

εις το τέλος τω Δαυίδ ψαλμος

κύριε εδοκίμασάς με και έγνως με συ έγνως την καθέδραν μου και την έγερσίν μου συ συνήκας τους διαλογισμούς μου από μακρόθεν την τρίβον μου και την σχοίνόν μου εξιχνίασας και πάσας τας οδούς μου προείδες ότι ουκ έστι δόλος εν γλώσση μου ιδού κύριε συ έγνως πάντα τα έσχατα και τα αρχαία συ έπλασάς με και έθηκας επ΄ εμέ την χείρά σου εθαυμαστώθη η γνώσίς σου εξ εμού εκραταιώθη ου μη δύνωμαι προς αυτήν που πορευθώ από του πνεύματός σου και από του προσώπου σου που φύγω εάν αναβώ εις τον ουρανόν συ εκεί ει εάν καταβώ εις τον άδην πάρει εάν αναλάβοιμι τας πτέρυγάς μου κατ΄ όρθρον και κατασκνηώσω εις τα έσχατα της θαλάσσης 10 και γαρ εκεί η χειρ σου οδηγήσει με και καθέξει με η δεξιά σου 11 και είπα άρα σκότος καταπατήσει με και νυξ φωτισμός εν τη τρυφή μου 12 ότι σκότος ου σκοτισθήσεται από σου και νυξ ως ημέρα φωτισθήσεται ως το σκότος αυτής ούτως και το φως αυτής 13 ότι συ εκτήσω τους νεφρούς μου αντελάβου μου εκ γαστρός μητρός μου 14 εξομολογήσομαί σοι ότι φοβερώς εθαυμαστώθης θαυμάσια τα έργα σου και η ψυχή μου γινώσκει σφόδρα 15 ουκ εκρύβη το οστούν μου από σου ο εποίησας εν κρυφή και η υπόστασίς μου εν τοις κατωτάτοις της γης 16 ακατέργαστόν μου είδον οι οφθαλμοί σου και επί το βιβλίον σου πάντες γραφήσονται ημέραι πλασθήσονται και ουθείς εν αυτοίς 17 εμοί δε λίαν ετιμήθησαν οι φίλοι σου ο θεός λίαν εκραταιώθησαν αι αρχαί αυτών 18 εξαριθμήσομαι αυτούς και υπέρ άμμον πληθυνθήσονται εξηγέρθην και έτι ειμί μετά σου 19 εάν αποκτείνης αμαρτωλούς ο θεός άνδρες αιμάτων εκκλίνατε απ΄ εμού 20 ότι ερείς εις διαλογισμούς λήψονται εις ματαιότητα τας πόλεις σου 21 ουχί τους μισούντάς σε κύριε εμίσησα και επί τους εχθρούς σου εξετηκόμην 22 τέλειον μίσος εμίσουν αυτούς εις εχθρούς εγένοντό μοι 23 δοκίμασόν με ο θεός και γνώθι την καρδίαν μου ετασόν με και γνώθι τας τρίβους μου 24 και ίδε ει οδός ανομίας εν εμοί και οδήγησόν με εν οδώ αιωνία
Copyright information for ABPGRK