Psalms 14

PSALM 14

The Fool

εις το τέλος ψαλμός τω Δαυίδ

είπεν άφρων εν καρδία αυτού ουκ έστι θεός διεφθάρησαν και εβδελύχθησαν εν επιτηδεύμασιν ουκ έστι ποιών χρηστότητα κύριος εκ του ουρανού διέκυψεν επί τους υιούς των ανθρώπων του ιδείν ει έστι συνιών η εκζητών τον θεόν πάντες εξέκλιναν άμα ηχρειώθησαν ουκ έστι ποιών χρηστότητα ουκ έστιν έως ενός ουχί γνώσονται πάντες οι εργαζόμενοι την ανομίαν οι εσθίοντες τον λαόν μου βρώσει άρτου τον κύριον ουκ επεκαλέσαντο εκεί εδειλίασαν φόβω ου ουκ ην φόβος ότι ο θεός εν γενεά δίκαια βουλήν πτωχού κατησχύνατε ότι κύριος ελπίς αυτού εστι τις δώσει εκ Σιών το σωτήριον του Ισραήλ εν τω επιστρέψαι κύριον την αιχμαλωσίαν του λαού αυτού αγαλλιάσεται Ιακώβ και ευφρανθήσεται Ισραήλ
Copyright information for ABPGRK