Psalms 140

PSALM 140

A Prayer in Time of Trouble

εις το τέλος ψαλμός τω Δαυίδ

εξελού με κύριε εξ ανθρώπου πονηρού από ανδρός αδίκου ρύσαί με οίτινες ελογίσαντο αδικίαν εν καρδία όλην την ημέραν παρετάσσοντο πολέμους ηκόνησαν γλώσσαν αυτών ωσεί όφεως ιός ασπίδων υπό τα χείλη αυτών διάψαλμα φύλαξόν με κύριε εκ χειρός αμαρτωλού από ανθρώπων αδίκων εξελού με οίτινες διελογίσαντο του υποσκελίσαι τα διαβήματά μου έκρυψαν υπερήφανοι παγίδα μοι και σχοινίοις διέτειναν παγίδα τοις ποσί μου εχόμενα τρίβου σκάνδαλον έθεντό μοι διάψαλμα είπα τω κυρίω θεός μου ει συ ενώτισαι κύριε την φωνήν της δεήσεώς μου κύριε κύριε δύναμις της σωτηρίας μου επεσκίασας επί την κεφαλήν μου εν ημέρα πολέμου μη παραδώς με κύριε από της επιθυμίας μου αμαρτωλώ διελογίσαντο κατ΄ εμού μη εγκαταλίπης με μήποτε υψωθώσι διάψαλμα η κεφαλή του κυκλώματος αυτών κόπος των χειλέων αυτών καλύψει αυτούς 10 πεσούνται επ΄ αυτούς άνθρακες εν πυρί καταβαλείς αυτούς εν ταλαιπωρίαις και ου μη υποστώσιν 11 ανήρ γλωσσώδης ου κατευθυνθήσεται επί της γης άνδρα άδικον κακά θηρεύσει εις καταφθοράν 12 έγνων ότι ποιήσει κύριος την κρίσιν των πτωχών και την δίκην των πενήτων 13 πλην δίκαιοι εξομολογήσονται τω ονόματί σου και κατοικήσουσιν ευθείς συν τω προσώπω σου
Copyright information for ABPGRK