Psalms 142

PSALM 142

Rescue Me

συνέσεως τω Δαυίδ εν τω είναι αυτόν εν τω σπηλαίω προσευχόμενον

1φωνή μου προς κύριον εκέκραξα φωνή μου προς κύριον εδεήθην 2εκχεώ ενώπιον αυτού την δέησίν μου την θλίψιν μου ενώπιον αυτού απαγγελώ 3εν τω εκλείπειν εξ εμού το πνεύμά μου και συ έγνως τας τρίβους μου εν οδώ ταύτη η επορευόμην έκρυψαν παγίδα μοι 4κατενόουν εις τα δεξιά και επέβλεπον ότι ουκ ην ο επιγινώσκων με απώλετο φυγή απ΄ εμού και ουκ έστιν ο εκζητών την ψυχήν μου 5εκέκραξα προς σε κύριε είπα συ ει η ελπίς μου μερίς μου ει εν γη ζώντων 6πρόσχες προς την δέησίν μου ότι εταπεινώθην σφόδρα ρύσαί με εκ των καταδιωκόντων με ότι εκραταιώθησαν υπέρ εμέ 7εξάγαγε εκ φυλακής την ψυχήν μου του εξομολογήσασθαι τω ονόματί σου εμέ υπομενούσι δίκαιοι έως ου ανταποδώς μοι
Copyright information for ABPGRK