Psalms 143

PSALM 143

The Discouraged Soul Cries Out

ψαλμός τω Δαυίδ ότε αυτόν ο υιός κατεδίωκεν

κύριε εισάκουσον της προσευχής μου ενώτισαι την δέησίν μου εν τη αληθεία σου εισάκουσόν μου εν τη δικαιοσύνη σου και μη εισέλθης εις κρίσιν μετά του δούλου σου ότι ου δικαιωθήσεται ενώπιόν σου πας ζων ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου εταπείνωσεν εις την γην την ζωήν μου εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνος και ηκηδίασεν επ΄ εμέ το πνεύμά μου εν εμοί εταράχθη η καρδία μου εμνήσθην ημερών αρχαίων εμελέτησα εν πάσι τοις έργοις σου εν ποιήμασι των χειρών σου εμελέτων διεπέτασα προς σε τας χείράς μου η ψυχή μου ως γη άνυδρός σοι ταχύ εισάκουσόν μου κύριε εξέλιπε το πνεύμά μου μη αποστρέψης το πρόσωπόν σου απ΄ εμού και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον ακουστόν ποίησόν μοι τοπρωϊ το έλεός σου ότι επί σοι ήλπισα γνώρισόν μοι κύριε οδόν εν η πορεύσομαι ότι προς σε ήρα την ψυχή μου εξελού με εκ των εχθρών μου κύριε προς σε κατέφυγον 10 δίδαξόν με του ποιείν το θέλημά σου ότι συ ει ο θεός μου το πνεύμά σου το αγαθόν οδηγήσει με εν γη ευθεία 11 ένεκεν του ονόματός σου κύριε ζήσεις με εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου 12 και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου και απολείς πάντας τους θλίβοντας την ψυχήν μου ότι δούλός σου ειμί
Copyright information for ABPGRK