Psalms 146

PSALM 146

Praise The LORD, O My Soul

αλληλούϊα Αγγαίου και Ζαχαρίου

1αίνει η ψυχή μου τον κύριον 2αινέσω κύριον εν τη ζωή μου ψαλώ τω θεώ μου έως υπάρχω 3μη πεποίθατε επ΄ άρχοντας επί υιούς ανθρώπων οις ουκ έστι σωτηρία 4εξελεύσεται το πνεύμα αυτού και επιστρέψει εις την γην αυτού εν εκείνη τη ημέρα απολούνται πάντες οι διαλογισμοί αυτού 5μακάριος ου ο θεός Ιακώβ βοηθός αυτού η ελπίς αυτού επί κύριον τον θεόν αυτού 6τον ποιήσαντα τον ουρανόν και την γην την θάλασσαν και πάντα τα εν αυτοίς τον φυλάσσοντα αλήθειαν εις τον αιώνα 7ποιούντα κρίμα τοις αδικουμένοις διδόντα τροφήν τοις πεινώσι κύριος λύει πεπεδημένους 8κύριος σοφοί τυφλούς κύριος ανορθοί κατερραγμένους κύριος αγαπά δικαίους 9κύριος φυλάσσει τους προσηλύτους ορφανόν και χήραν αναλήψεται και οδόν αμαρτωλών αφανιεί 10βασιλεύσει κύριος εις τον αιώνα ο θεός σου Σιών εις γενεάν και γενεάν
Copyright information for ABPGRK