Psalms 16

PSALM 16

The LORD is My Portion

στηλογραφία τω Δαυίδ

1φύλαξόν με κύριε ότι επί σοι ήλπισα 2είπα τω κυρίω κύριός μου ει συ ότι των αγαθών μου ου χρείαν έχεις 3τοις αγίοις τοις εν τη γη αυτού εθαυμάστωσεν ο κύριος πάντα τα θελήματα αυτού εν αυτοίς 4επληθύνθησαν αι ασθένειαι αυτών μετά ταύτα ετάχυναν ου μη συναγάγω τας συναγωγάς αυτών εξ αιμάτων ουδ΄ ου μη μνησθώ των ονομάτων αυτών διά χειλέων μου 5κύριος μερίς της κληρονομίας μου και του ποτηρίου μου συ ει ο αποκαθιστών την κληρονομίαν μου εμοί 6σχοινία επεπεσάν μοι εν τοις κρατίστοις και γαρ η κληρονομία μου κρατίστη μοι εστίν 7ευλογήσω τον κύριον τον συνετίσαντά με έτι δε και έως νυκτός επαίδευσάν με οι νεφροί μου 8προωρώμην τον κύριον ενώπιόν μου διαπαντός ότι εκ δεξιών μου εστίν ίνα μη σαλευθώ 9διά τούτο ηυφράνθη η καρδία μου και ηγαλλιάσατο η γλώσσά μου έτι δε και η σαρξ μου κατασκηνώσει επ΄ ελπίδι 10ότι ουκ εγκαταλείψεις την ψυχήν μου εις άδην ουδέ δώσεις τον όσιόν σου ιδείν διαφθοράν 11εγνώρισάς μοι οδούς ζωής πληρώσεις με ευφροσύνης μετά του προσώπου σου τερπνότητες εν τη δεξία σου εις τέλος
Copyright information for ABPGRK