Psalms 17

PSALM 17

The LORD Listens to Our Just Cause

προσευχή τω Δαυίδ

εισάκουσον κύριε της δικαιοσύνης μου πρόσχες τη δεήσει μου ενώτισαι την προσευχήν μου ουκ εν χείλεσι δολίοις εκ προσώπου σου το κρίμά μου εξέλθοι οι οφθαλμοί μου ιδέτωσαν ευθύτητας εδοκίμασας την καρδίαν μου επεσκέψω νυκτός επύρωσάς με και ουχ ευρέθη εν εμοί αδικία όπως αν μη λαλήση το στόμα μου τα έργα των ανθρώπων διά τους λόγους των χειλέων σου εγώ εφύλαξα οδούς σκληράς κατάρτισαι τα διαβήματά μου εν ταις τρίβοις σου ίνα μη σαλευθώσι τα διαβήματά μου εγώ εκέκραξα ότι επήκουσάς μου ο θεός κλίνον το ους σου εμοί και εισάκουσον των ρημάτων μου θαυμάστωσον τα ελέη σου ο σώζων τους ελπίζοντας επί σε εκ των ανθεστηκότων τη δεξιά σου φύλαξόν με κύριε ως κόρην οφθαλμού εν σκέπη των πτερύγων σου σκεπάσεις με από προσώπου ασεβών των ταλαιπωρησάντων με οι εχθροί μου την ψυχήν μου περιέσχον 10 το στέαρ αυτών συνέκλεισαν το στόμα αυτών ελάλησεν υπερηφανίαν 11 εκβαλόντες με νυνί περιεκύκλωσάν με τους οφθαλμούς αυτών έθεντο εκκλίναι εν τη γη 12 υπέλαβόν με ωσεί λέων έτοιμος εις θήραν και ωσεί σκύμνος οίκων εν αποκρύφοις 13 ανάστηθι κύριε πρόφθασον αυτούς και υποσκέλισον αυτούς ρύσαι την ψυχήν μου από ασεβούς ρομφαίαν σου 14 από εχθρών της χειρός σου κύριε από ολίγων από γης διαμέρισον αυτούς εν τη ζωή αυτών και των κεκρυμμένων σου επλήσθη η γαστήρ αυτών εχορτάσθησαν υιών και αφήκαν τα κατάλοιπα τοις νηπίοις αυτών 15 εγώ δε εν δικαιοσύνη οφθήσομαι τω προσώπω σου χορτασθήσομαι εν τω οφθήναί μοι την δόξαν σου
Copyright information for ABPGRK