Psalms 20

PSALM 20

The Name of The LORD is a Shield

εις το τέλος ψαλμός τω Δαυίδ

επακούσαι σου κύριος εν ημέρα θλίψεως υπερασπίσαι σου το όνομα του θεού Ιακώβ εξαποστείλαι σοι βοήθειαν εξ αγίου και εκ Σιών αντιλάβοιτό σου μνησθείη πάσης θυσίας σου και το ολοκαύτωμά σου πιανάτω δωή σοι κύριος κατά την καρδίαν σου και πάσαν την βουλήν σου πληρώσαι αγαλλιασόμεθα επί τω σωτηρίω σου και εν ονόματι κυρίου θεού ημών μεγαλυνθησόμεθα πληρώσαι κύριος πάντα τα αιτήματά σου νυν έγνων ότι έσωσε κύριος τον χριστόν αυτού επακούσεται αυτού εξ ουρανού αγίου αυτού εν δυναστείαις η σωτηρία της δεξιάς αυτού ούτοι εν άρμασι και ούτοι εν ίπποις ημείς δε εν ονόματι κυρίου θεού ημών επικαλεσόμεθα αυτοί συνεποδίσθησαν και έπεσον ημείς δε ανέστημεν και ανωρθώθημεν κύριε σώσον τον βασιλέα και επάκουσον ημών εν η αν ημέρα επικαλεσώμεθά σε
Copyright information for ABPGRK