Psalms 22

PSALM 22

The LORD is Our Hope

εις το τέλος υπέρ της αντιλήψεως της εωθινής ψαλμός τω Δαυίδ

1ο θεός ο θεός μου πρόσχες μοι ινατί εγκατέλιπές με μακράν από της σωτηρίας μου οι λόγοι των παραπτωμάτων μου 2ο θεός μου κεκράξομαι ημέρας και ουκ εισακούση και νυκτός και ουκ εις άνοιαν εμοί 3συ δε εν αγίω κατοικείς ο έπαινος του Ισραήλ 4επί σοι ήλπισαν οι πατέρες ημών ήλπισαν και ερρύσω αυτούς 5προς σε εκέκραξαν και εσώθησαν επί σοι ήλπισαν και ου κατησχύνθησαν 6εγώ δε ειμι σκώληξ και ουκ άνθρωπος όνειδος ανθρώπων και εξουθένημα λαού 7πάντες οι θεωρούντές με εξεμυκτήρισαν με ελάλησαν εν χείλεσιν εκίνησάν κεφαλήν 8ήλπισεν επί κύριον ρυσάσθω αυτόν σωσάτω αυτόν ότι θέλει αυτόν 9ότι συ ει ο εκσπάσας με εκ γαστρός η ελπίς μου από μαστών της μητρός μου 10επί σε επερρίφην εκ μήτρας εκ κοιλίας μητρός μου θεός μου ει συ 11μη αποστής απ΄ εμού ότι θλίψις εγγύς ότι ουκ έστιν ο βοηθών μοι 12περιεκύκλωσάν με μόσχοι πολλοί ταύροι πίονες περιέσχον με 13ηνοίξαν επ΄ εμέ το στόμα αυτών ως λέων αρπαζών και ωρυόμενος 14ωσεί ύδωρ εξεχύθη και διεσκορπίσθη πάντα τα οστά μου εγενήθη η καρδία μου ωσεί κηρός τηκόμενος εν μέσω της κοιλίας μου 15εξηράνθη ως όστρακον η ισχύς μου και η γλώσσά μου κεκόλληται τω λάρυγγί μου και εις χουν θανάτου κατήγαγές με 16ότι εκύκλωσάν με κύνες πολλοί συναγωγή πονηρευομένων περιέσχον με ώρυξαν χείράς μου και πόδας μου 17εξηρίθμησαν πάντα τα οστά μου αυτοί δε κατενόησαν και επείδόν με 18διεμερίσαντο τα ιμάτιά μου εαυτοίς και επί τον ιματισμόν μου έβαλον κλήρον 19συ δε κύριε μη μακρύνης την βοήθειάν σου απ΄ εμού εις την αντίληψίν μου πρόσχες 20ρύσαι από ρομφαίας την ψυχήν μου και εκ χειρός κυνός την μονογενή μου 21σώσόν με εκ στόματος λέοντος και από κεράτων μονοκερώτων την ταπείνωσίν μου 22διηγήσομαι το όνομά σου τοις αδελφοίς μου εν μέσω εκκλησίας υμνήσω σε 23οι φοβούμενοι τον κύριον αινέσατε αυτόν άπαν το σπέρμα Ιακώβ δοξάσατε αυτόν φοβηθήτω δη απ΄ αυτού άπαν το σπέρμα Ισραήλ 24ότι ουκ εξουδένωσεν ουδέ προσώχθισε τη δεήσει του πτωχού ουδέ απέστρεψε το πρόσωπον αυτού απ΄ εμού και εν τω κεκραγέναι με προς αυτόν εισήκουσέ μου 25παρά σου ο έπαινός μου εν εκκλησία μεγάλη εξομολογήσομαί σοι τας ευχάς μου αποδώσω ενώπιον των φοβουμένων αυτόν 26φάγονται πένητες και εμπλησθήσονται και αινέσουσι κύριον οι εκζητούντες αυτόν ζήσονται αι καρδίαι αυτών εις αιώνα αιώνος 27μνησθήσονται και επιστραφήσονται προς κύριον πάντα τα πέρατα της γης και προσκυνήσουσιν ενώπιον αυτού πάσαι αι πατριαί των εθνών 28ότι του κυρίου η βασιλεία και αυτός δεσπόζει των εθνών 29έφαγον και προσεκύνησαν πάντες οι πίονες της γης ενώπιον αυτού προπεσούνται πάντες οι καταβαίνοντες εις την γην και η ψυχή μου αυτώ ζη 30και το σπέρμα μου δουλεύσει αυτώ αναγγελήσεται τω κυρίω γενεά η ερχομένη 31και αναγγελούσι την δικαιοσύνην αυτού λαώ τω τεχθησομένω ον εποίησεν ο κύριος
Copyright information for ABPGRK